1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

32

πίστιν; καὶ γὰρ καὶ τοῦτο ἀπόδειξις ὡμολογημένη. Τίς γὰρ, εἰπέ μοι, ὁρῶν νεκροὺς ἀνισταμένους καὶ δαίμονας ἐλαυνομένους, οὐκ ἂν κατεδέξατο; Ἀλλ' ἐπειδή εἰσι καὶ δυνάμεις ἀπατηλαὶ, οἷαι τῶν γοήτων, καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν. Οὐ γὰρ ἁπλῶς, ∆υνάμεως, 61.50 εἶπεν, ἀλλὰ πρότερον Πνεύματος, καὶ τότε, ∆υνάμεως· δεικνὺς ὅτι πνευματικὰ ἦν τὰ γινόμενα. Οὐ τοίνυν ἐλάττωσίς ἐστι, τὸ μὴ διὰ σοφίας κατηγγελμένον εἶναι τὸ κήρυγμα, ἀλλὰ καὶ μέγιστος κόσμος. Τοῦτο γοῦν μάλιστα δείκνυσιν αὐτὸ θεῖον ὂν καὶ τὰς ῥίζας ἄνωθεν ἔχον ἐκ τῶν οὐρανῶν· διὸ καὶ ἐπήγαγεν· Ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει Θεοῦ. Εἶδες πῶς σαφῶς διὰ πάντων ἀπέδειξε πολὺ τῆς ἰδιωτείας τὸ κέρδος, καὶ μέγα τῆς σοφίας τὸ βλάβος; Αὕτη μὲν γὰρ ἐκείνου τὸν σταυρὸν, ἐκείνη δὲ ἀνεκήρυττε τοῦ Θεοῦ τὴν δύναμιν· αὕτη πρὸς τῷ μηδὲν εὑρίσκειν τῶν δεόντων καὶ ἐφ' ἑαυτοῖς καυχᾶσθαι παρεσκεύασεν, ἐκείνη πρὸς τῷ τὴν ἀλήθειαν δέξασθαι καὶ ἐπὶ τῷ Θεῷ καλλωπίζεσθαι ἐποίει. Πάλιν ἡ σοφία ἀνθρώπινον ὑποπτεύειν τὸ δόγμα πολλοὺς ἂν ἔπειθεν· αὕτη σαφῶς ἀπεδείκνυε θεῖον ὂν καὶ ἐκ τοῦ οὐρανοῦ καταβάν. Ὅταν μὲν οὖν ἐν σοφίᾳ λόγων γένηται ἀπόδειξις, πολλάκις καὶ οἱ φαυλότεροι κρατοῦσι τῶν ἐπιεικεστέρων, δεινότεροι λέγειν ὄντες, καὶ τὸ ψεῦδος παρελαύνει τὴν ἀλήθειαν. Ἐνταῦθα δὲ οὐχ οὕτως· οὔτε γὰρ ἔπεισι τὸ Πνεῦμα τὸ ἅγιον ἀκαθάρτῳ ψυχῇ, οὔτε ἐπελθὸν δύναται ἡττηθῆναί ποτε, κἂν ἅπασα ἡ τῶν λόγων ἐπίῃ δεινότης. Ἡ γὰρ διὰ τῶν ἔργων καὶ τῶν σημείων ἀπόδειξις τῆς διὰ τῶν λόγων πολλῷ σαφεστέρα. Ἀλλ' ἐκείνων ἴσως εἴποι τις ἂν, ὅτι Εἰ χρὴ τὸ κήρυγμα κρατεῖν, καὶ λόγων οὐ δεῖται ἵνα μὴ κενωθῇ ὁ σταυρὸς, τίνος ἕνεκεν τὰ σημεῖα κεκώλυται νῦν; Τίνος ἕνεκεν; ἀπιστῶν λέγεις, καὶ οὐδὲ ἐπὶ τῶν ἀποστόλων αὐτὰ γεγενῆσθαι καταδεχόμενος, ἢ ὄντως ζητῶν μαθεῖν; Εἰ γὰρ ἀπιστῶν, πρὸς τοῦτο στήσομαι πρῶτον. Εἰ γὰρ οὐκ ἐγένετο σημεῖα τότε, πῶς ἐλαυνόμενοι καὶ διωκόμενοι καὶ τρέμοντες καὶ δεδεμένοι, καὶ κοινοὶ γενόμενοι τῆς οἰκουμένης ἐχθροὶ, καὶ πᾶσι πρὸς τὸ κακῶς παθεῖν προκείμενοι, καὶ οὐδὲν οἴκοθεν ἔχοντες ἐπαγωγὸν, οὐ λόγον, οὐ περιφάνειαν, οὐ πλοῦτον, οὐ πόλιν, οὐκ ἔθνος, οὐ γένος, οὐκ ἐπιτήδευμα, οὐ δόξαν, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλὰ πάντα τὰ ἐναντία, ἰδιωτείαν, εὐτέλειαν, πενίαν, μῖσος, ἀπέχθειαν, καὶ πρὸς δήμους ὁλοκλήρους ἱστάμενοι, καὶ τοιαῦτα καταγγέλλοντες, ἔπειθον; Καὶ γὰρ τὰ ἐπιτάγματα πολὺν εἶχε τὸν μόχθον, καὶ τὰ δόγματα τοὺς κινδύνους· καὶ οἱ ἀκούοντες καὶ πείθεσθαι μέλλοντες, καὶ τρυφῇ καὶ μέθῃ καὶ πολλῇ συντραφέντες ἦσαν κακίᾳ. Πόθεν οὖν ἔπεισαν; εἰπέ μοι· πόθεν τὸ ἀξιόπιστον ἔσχον; Ὅπερ γὰρ ἔφθην εἰπὼν, εἰ σημείων χωρὶς ἔπεισαν, πολλῷ μεῖζον τὸ θαῦμα φαίνεται. Μὴ τοίνυν τὸ μὴ γίνεσθαι νῦν σημεῖα, τεκμήριον ποιοῦ τοῦ μὴ γεγενῆσθαι τότε. Καὶ γὰρ καὶ τότε χρησίμως ἐγίνετο, καὶ νῦν χρησίμως οὐ γίνεται. Οὐκ ἀναγκάζει δὲ τὸ λόγῳ πείθεσθαι μόνῳ, τανῦν ἐν σοφίᾳ εἶναι τὸ κήρυγμα. Οἵ τε γὰρ ἐξ ἀρχῆς τὸν λόγον σπείραντες ἰδιῶται ἦσαν καὶ ἀμαθεῖς, καὶ οὐδὲν οἴκοθεν ἔλεγον, ἀλλ' ἅπερ ἐδέξαντο παρὰ τοῦ Θεοῦ, ταῦτα τῇ οἰκουμένῃ διέδωκαν· ἡμεῖς τε αὐτοὶ νῦν οὐ τὰ παρ' ἑαυτῶν ἐπεισφέρομεν, ἀλλὰ ἃ παρ' ἐκείνων ἐλάβομεν, ταῦτα εἰς ἅπαντας λέγομεν. Καὶ οὐδὲ νῦν ἀπὸ συλλογισμῶν πείθομεν, ἀλλ' ἀπὸ τῶν θείων Γραφῶν 61.51 καὶ ἀπὸ τῶν τότε σημείων τὴν πίστιν ὧν λέγομεν παρεχόμεθα. Καὶ οὗτοι δὲ τότε οὐχὶ σημείοις ἔπειθον μόνοις, ἀλλὰ καὶ διαλεγόμενοι· τοὺς δὲ λόγους ἰσχυροτέρους ἐποίει φαίνεσθαι τὰ σημεῖα καὶ αἱ ἐκ τῆς Παλαιᾶς Γραφῆς μαρτυρίαι, οὐχ ἡ δεινότης τῶν λεγομένων. Πῶς οὖν, φησὶ, χρήσιμον τότε τὰ σημεῖα, καὶ νῦν οὐ χρήσιμον; Ὑποθώμεθα τῷ λόγῳ (πρὸς γὰρ τὸν Ἕλληνά μοι τέως ὁ ἀγών· διὰ τοῦτο καθ' ὑπόθεσιν λέγω τὸ πάντως ἐσόμενον), ὑποθώμεθα τοίνυν τῷ λόγῳ, καὶ ἀνασχέσθω πιστεῦσαι ὁ ἄπιστος κἂν κατὰ συνδρομὴν τοῖς λεγομένοις, οἷον ὅτι ὁ Χριστὸς ἥξει· ὅταν οὖν ὁ Χριστὸς ἔλθῃ καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ, καὶ δειχθῇ Θεὸς καὶ πάντα αὐτῷ ὑποτεταγμένα, οὐ πιστεύσει καὶ ὁ Ἕλλην; Εὔδηλον ὅτι καὶ