1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

86

ἀρχὴν πόνου γέμουσαν ἔχουσι, τὸ δὲ τέλος ἐπικερδές. Ἀλλ' οὐδεὶς, φησὶν, ἥψατο τέχνης μὴ τὸν ἀναγκάζοντα ἔχων. Ἐπειδὰν γὰρ ᾖ κύριος ἑαυτοῦ, φησὶν, ὁ νέος, μᾶλλον αἱρήσεται τρυφᾷν ἐν ἀρχῇ, καὶ πρὸς τῷ τέλει μυρία παθεῖν τὰ κακὰ, ἢ ταλαιπωρεῖσθαι ἐν προοιμίοις, καὶ καρποῦσθαι μετὰ ταῦτα ἐκ τῶν πόνων ἐκείνων. Οὐκοῦν τὸ τοιαῦτα αἱρεῖσθαι, ὀρφανικῆς ἐστι διανοίας καὶ παιδικῆς ῥᾳθυμίας· τὸ δὲ, τὰ ἐναντία, συνέσεως καὶ ἀνδρείας. Οὕτω τοίνυν καὶ ἡμεῖς, εἰ μὴ ἦμεν παῖδες τὸν νοῦν, οὐκ ἂν ἐκείνῳ τῷ ὀρφανῷ καὶ ἀνοήτῳ, ἀλλὰ τῷ πατέρα ἔχοντι ἐξωμοιώθημεν ἄν. ∆εῖ τοίνυν τὴν παιδικὴν ἐκβαλεῖν διάνοιαν, ἀλλὰ μὴ τὰ πράγματα αἰτιᾶσθαι· καὶ τὸν ἡνίοχον ἐπιστῆσαι τῇ συνειδήσει, ὃς οὐκ ἐάσει γαστρίζεσθαι, ἀλλὰ τρέχειν καὶ ἀγωνίζεσθαι. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν παῖδας μετὰ ταλαιπωρίας ἄγειν τὴν ἀρχὴν ἐπὶ πράγματα προοίμια μὲν ἔχοντα ἐπίμοχθα, τὸ δὲ τέλος χρηστόν· ἡμᾶς δὲ αὐτοὺς ἀπεναντίας ἐπὶ τῶν πνευματικῶν διακεῖσθαι πραγμάτων; καίτοι γε οὐδὲ ἐπὶ τῶν βιωτικῶν πάντως δῆλον ὅτι χρηστὸν ἔσται τὸ τέλος. Καὶ γὰρ ἄωρος θάνατος καὶ πενία καὶ συκοφαντία καὶ μεταβολὴ πραγμάτων, καὶ πολλὰ ἕτερα τοιαῦτα, μετὰ τοὺς πολλοὺς πόνους τῶν καρπῶν ἀποστερηθῆναι ἐποίησε. Κἂν ἐπιτύχωσι δὲ οἱ μετιόντες, οὐδὲν μέγα καρπώσονται· τῷ γὰρ παρόντι βίῳ πάντα συγκαταλύεται ἐκεῖνα. Ἐνταῦθα δὲ οὐδὲ ὑπὲρ τοιούτων τρέχομεν ψυχρῶν καὶ ἐπικήρων, οὔτε δεδοίκαμεν ὑπὲρ τοῦ τέλους, ἀλλὰ καὶ μείζων καὶ ἀσφαλεστέρα ἡ ἐλπὶς μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Τίς οὖν ἔσται συγγνώμη; τίς δὲ ἀπολογία μὴ βουλομένοις ἀποδύεσθαι πρὸς τοὺς ὑπὲρ ἀρετῆς πόνους; Ἀλλ' ἐρωτῶσιν ἔτι· ∆ιὰ τί στενὴ ἡ ὁδός; Καὶ εἰς μὲν βασίλεια τὰ ἐπίγεια τῶν πόρνων καὶ τῶν μεθυόντων καὶ τῶν λάγνων οὐκ ἀξιοῖς εἰσιέναι τινά· εἰς δὲ τὸν οὐρανὸν αὐτὸν μετὰ ἀδείας καὶ τρυφῆς καὶ μέθης καὶ πλεονεξίας καὶ κακίας ἁπάσης τοὺς ἀνθρώπους εἰσάγεσθαι ἀξιοῖς; καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; δʹ. Ἀλλ' οὐ τοῦτο, φησὶ, λέγω, ἀλλὰ διὰ τί μὴ εὐρύχωρος ἦν ἡ ἀρετή. Καὶ μὴν ἐὰν θέλωμεν, καὶ σφόδρα ἐστὶν εὔκολος· Τί γὰρ εὐκολώτερον, εἰπέ μοι, τὸ διορύξαι τοῖχον, καὶ λαβόντα τὰ ἑτέρων ὕστερον εἰς δεσμωτήριον ἐμπεσεῖν, ἢ τοῖς οὖσιν ἀρκούμενον παντὸς ἀπηλλάχθαι φόβου; Καίτοι γε οὐ τὸ πᾶν εἶπον. Τί γὰρ εὐκολώτερον, εἰπέ μοι, τὰ πάντων ὑφελόμενον καὶ ὀλίγοις ἐντρυφήσαντα χρόνον βραχὺν, στρεβλοῦ 61.119 σθαι καὶ μαστίζεσθαι ἀθάνατα, ἢ ἐν πενίᾳ ζήσαντα δικαίᾳ βραχὺν καιρὸν, διηνεκῶς τρυφᾷν ὕστερον; μήπω γὰρ τί λυσιτελέστερον ἐξετάσωμεν, ἀλλὰ τέως τί εὐκολώτερον. Τί δὲ ἥδιον, ὄναρ ἰδεῖν χρηστὸν καὶ ἐν ἀληθείᾳ κολάζεσθαι, ἢ χαλεπὸν ὄναρ ἰδόντα ἐν ἀληθείᾳ τρυφᾷν; οὐκ εὔδηλον ὅτι τοῦτο; Πῶς οὖν, εἰπέ μοι, τραχεῖαν καλεῖς τὴν ἀρετήν; Τραχεῖα γάρ ἐστι πρὸς τὴν ὀλιγωρίαν ἐξεταζομένη τὴν ἡμετέραν· ἐπεὶ ὅτι γε ῥᾳδία καὶ εὔκολος, ἄκουσον τί φησιν ὁ Χριστός· Ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν. Εἰ δὲ οὐκ αἰσθάνῃ τῆς κουφότητος, δῆλον ὅτι προθυμίαν ἐῤῥωμένην οὐκ ἔχεις. Ὥσπερ γὰρ ταύτης οὔσης καὶ τὰ βαρέα κοῦφα, οὕτως οὐκ οὔσης καὶ τὰ κοῦφα βαρέα. Τί γὰρ, εἰπέ μοι, τῆς τοῦ μάννα τραπέζης ἥδιον καὶ ἀπονώτερον; Ἀλλ' ἐδυσχέραινον οἱ Ἰουδαῖοι τοιαύτης ἀπολαύοντες τρυφῆς. Τί λιμοῦ πικρότερον, καὶ τῶν ἄλλων τῶν ἐπιμόχθων ὧν ὑπέμεινε Παῦλος; Ἀλλ' ἐσκίρτα καὶ ἔχαιρε καὶ ἔλεγε· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου. Τί οὖν τὸ αἴτιον; Ἡ τῆς γνώμης διαφορά. Ἂν τοίνυν ταύτην, οἵαν εἶναι χρὴ, κατασκευάσῃς, ὄψει τὴν εὐκολίαν τῆς ἀρετῆς. Τί οὖν, ἀπὸ τῆς γνώμης τῶν μετιόντων τοιαύτη γίνεται, φησίν; Οὐκ ἀπὸ τῆς γνώμης μόνον, ἀλλὰ καὶ φύσει τοιαύτη τίς ἐστι. Καὶ γὰρ εἰ μὲν διόλου ἐπίπονος ἦν ἐκείνη, καὶ αὕτη διόλου τὸ ἐναντίον, εἰκότως ἄν τις τῶν ἀναπεπτωκότων εἶπε ταύτην εὐκολωτέραν ἐκείνης· εἰ δὲ ἀρχὴν ἔχουσιν ἡ μὲν χαλεπὴν, ἡ δὲ ἡδεῖαν, τὰ δὲ τέλη πάλιν ἀπεναντίας αὐταῖς, ἄπειρα δὲ τὰ τέλη, τῆς μὲν τὸ ἡδὺ, τῆς δὲ τὸ βαρὺ, ποίαν, εἰπέ μοι, εὐκολώτερον ἑλέσθαι; Τί οὖν οὐχ αἱροῦνται πολλοὶ τὸ εὔκολον; Ὅτι οἱ μὲν ἀπιστοῦσιν, οἱ δὲ καὶ πιστεύοντες, διεφθαρμένην τὴν γνώμην ἔχουσι, καὶ ἕλοιντ' ἂν τὴν πρόσκαιρον