1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

64

ἁμαρτήμασι τοῦτο πάσχων, ποίας τεύξεται συγγνώμης; Ἐπεὶ οὖν τοιοῦτος ἦν ὁ πεπορνευκὼς, καὶ τὴν ψυχὴν οὕτως ἰταμὴν καὶ δυσένδοτον εἰργάσατο διὰ τῆς ἁμαρτίας, ἀναγκαίως αὐτοῦ προκαταβάλλει τὸν τῦφον. Καὶ οὔτε πρῶτον τίθησι τὸ ἔγκλημα, ὥστε μὴ ἀπαναισχυντῆσαι αὐτὸν, ὡς πρὸ τῶν ἄλλων ἐγκαλούμενον· οὔτε δὲ ὕστερον, ὥστε αὐτὸν μὴ νομίσαι πάρεργον εἶναι τὸ κατ' αὐτόν· ἀλλὰ πρότερον πολὺν αὐτῷ φόβον ἐνθεὶς ἐκ τῆς πρὸς ἑτέρους παῤῥησίας, τότε ἐπ' αὐτὸν χωρεῖ, ἐν τῇ πρὸς ἑτέρους ἐπιτιμήσει προκατασείων αὐτοῦ τὴν ἀπόνοιαν. Αὐτὰ γὰρ ταῦτα τὰ ῥήματα τὸ, Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· καὶ τὸ, Ὁ κρίνων με, Κύριός ἐστιν, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, οὐχ ὡς ἔτυχε κἀκείνου καὶ τῶν ἐκείνῳ μὲν συγκροτούντων, τοὺς δὲ ἁγίους ἐξουθενούντων, καθάπτεται. Τί γὰρ, φησὶν, εἰ ἔξωθεν ἐνάρετοι φαίνονταί τινες καὶ θαυμαστοί; Οὐ τῶν ἔξωθεν κριτής ἐστι μόνον ἐκεῖνος ὁ δικαστὴς, ἀλλὰ καὶ τὰ ἀπόῤῥητα εἰς μέσον ἄγει. ∆ύο τοίνυν ἕνεκεν, μᾶλλον δὲ καὶ τριῶν, οὐκ ἔστιν ἡμῶν ἡ κρίσις ἀκριβής· ἑνὸς μὲν, ὅτι κἂν μηδὲν ὦμεν ἑαυτοῖς συνειδότες, ὅμως δεόμεθα τοῦ τὰ ἁμαρτήματα ἡμῶν ἐλέγχοντος μετὰ ἀκριβείας· ἑτέρου δὲ, ὅτι τὰ πλείονα τῶν γινομένων ἡμᾶς λανθάνει καὶ κρύπτεται· καὶ τρίτου πρὸς τούτοις, ὅτι πολλὰ τῶν γενομένων παρ' ἑτέρων δοκεῖ μὲν ἡμῖν καλὰ, οὐκ ἀπὸ ὀρθῆς δὲ γίνεται γνώμης. Τί τοίνυν φατὲ, ὅτι οὐδὲν ἡμάρτηται τῷ δεῖνι καὶ τῷ δεῖνι, καὶ ὁ δεῖνα τοῦ δεῖνος βελτίων; Τοῦτο γὰρ οὐκ ἔστιν ἀποφήνασθαι, οὐδὲ περὶ τοῦ μηδὲν ἑαυτῷ συνειδότος· ὁ γὰρ τὰ ἀπόῤῥητα κρίνων, ἐκεῖνός ἐστιν ὁ μετὰ ἀκριβείας δικάζων. Ἰδοὺ γοῦν, οὐδὲ ἐγώ τι ἐμαυτῷ σύνοιδα· ἀλλ' οὐδὲ οὕτω δεδικαίωμαι· τουτέστιν, οὐκ ἀπήλλαγμαι τῶν εὐθυνῶν οὐδὲ τῶν ἐγκλημάτων. Οὐ γὰρ τοῦτό φησιν, ὅτι Οὐκ ἐν τοῖς δικαίοις τέταγμαι, ἀλλ' ὅτι Οὐκ εἰμὶ καθαρὸς ἀπὸ ἁμαρτίας. Καὶ γὰρ ἀλλαχοῦ φησιν· Ὁ δὲ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας· τουτέστιν, ἀπήλλακται. Πολλὰ δὲ καὶ πράττομεν ἀγαθὰ μὲν, οὐκ ἀπὸ ὀρθῆς δὲ γνώμης. Καὶ γὰρ ἐπαινοῦμεν πολλοὺς, οὐκ ἐκείνους ποιῆσαι λαμπροὺς βουλόμενοι, ἀλλ' ἑτέρους δι' ἐκείνων δάκνειν. Καὶ τὸ μὲν γινόμενον, καλὸν (ἐπαινεῖται γὰρ ὁ κατορθῶν), ἡ δὲ διάνοια διεφθαρμένη· ἀπὸ σατανικῆς γὰρ γίνεται γνώμης. Οὐ γὰρ τῷ ἀδελφῷ συγχαίρων, ἀλλὰ τὸν ἕτερον βαλεῖν ἐπιθυμῶν, τοῦτο πολλάκις πεποίηκέ τις. Πάλιν, ἥμαρτέ τις ἁμαρτίαν μεγάλην· ἕτερός τις αὐτὸν ὑποσκελίσαι βουλόμενος, οὐδέν φησιν εἰργάσθαι, καὶ παραμυθεῖται δῆθεν αὐτὸν ἁμαρτάνοντα, ἐπὶ τὸ κοινὸν τῆς φύσεως καταφεύγων· ἀλλ' οὐ συγγνῶναι πολλάκις, ἀλλὰ ῥᾳθυμότερον ἐργάσασθαι βουλόμενος, τοῦτο ποιεῖ. Πάλιν ἐπιπλήττει πολλάκις, οὐχ ὥστε ἐλέγξαι καὶ νουθετῆσαι, ἀλλ' ὥστε ἐκπομπεῦσαι καὶ ἐκτραγωδῆσαι τῷ πλησίον τὴν ἁμαρτίαν. Τὰς δὲ βουλὰς αὐτὰς ἄνθρωποι μὲν οὐκ ἴσασιν, ὁ δὲ τὰς καρδίας ἐρευνῶν ἀκριβῶς ἐπίσταται, καὶ εἰς μέσον ἄξει πάντα τότε ἐκεῖνα. ∆ιὸ καὶ ἔλεγεν· Ὃς φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Ὅταν οὖν καὶ ἐν τῷ μηδὲν ἑαυτοῖς συνειδέναι μὴ 61.92 δυνώμεθα ἐγκλημάτων εἶναι καθαροὶ, καὶ ἐν οἷς ἀγαθόν τι πράττομεν, οὐκ ἀπὸ ὀρθῆς δὲ γνώμης πράττομεν, τιμωρίας ὦμεν ὑπεύθυνοι, ἐννόησον πόση παρὰ ἀνθρώποις ἀπάτη περὶ τὰς κρίσεις. Πάντα γὰρ ταῦτα ἀνθρώποις μὲν οὐκ ἔστιν ἐφικτὰ, τῷ δὲ ἀκοιμήτῳ μόνῳ ὀφθαλμῷ· κἂν ἀνθρώπους ἀπατήσωμεν, ἐκεῖνον οὐδέποτε παραλογισόμεθα. Μὴ τοίνυν λέγε· Σκότος κύκλῳ μου καὶ τοῖχοι· τίς με ὁρᾷ; ὁ γὰρ πλάσας καταμόνας τὰς καρδίας ἡμῶν, αὐτὸς πάντα ἐπίσταται, ὅτι σκότος οὐ σκοτισθήσεται παρ' αὐτῷ. Καλῶς δέ φησιν ὁ ἁμαρτάνων, ὅτι Σκότος κύκλῳ μου καὶ τοῖχοι. Εἰ μὴ γὰρ σκότος ἦν ἐν τῇ διανοίᾳ, οὐκ ἂν τὸν φόβον τοῦ Θεοῦ ἐκβαλὼν, μετὰ ἀδείας ἔπραττεν. Ἂν γὰρ μὴ πρότερον σκοτισθῇ τὸ ἡγεμονικὸν, ἐπεισελθεῖν ἡ ἁμαρτία μετὰ ἀδείας οὐ δύναται. Μὴ τοίνυν λέγε· Τίς με ὁρᾷ; ἔστι γὰρ ὁ διικνούμενος μέχρι ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν· ἀλλὰ σὺ σαυτὸν οὐχ ὁρᾷς, οὐδὲ διατέμνειν δύνασαι τὸ νέφος,