37
οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Εἰ δὲ πανταχοῦ κηρύττεται, καὶ οὕτω μυστήριόν ἐστι. Καὶ γὰρ ὥσπερ ἐκελεύσθημεν ἅπερ ἠκούσαμεν εἰς τὸ οὖς εἰπεῖν ἐπὶ τῶν δωμάτων, οὕτω προσετάγημεν μὴ δοῦναι τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥῖψαι τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Οἱ μὲν γάρ εἰσι ψυχικοὶ, καὶ οὐ νοοῦσιν· οἱ δὲ κάλυμμα ἔχουσιν ἐπὶ τῆς καρδίας αὐτῶν, καὶ οὐ βλέπουσιν. Ἄρα μυστήριον τοῦτο μάλιστά ἐστιν, ὃ πανταχοῦ μὲν κηρύττεται, οὐ γνωρίζεται δὲ παρὰ τῶν οὐκ ὀρθὴν ἐχόντων γνώμην· ἐκκαλύπτεται δὲ οὐκ ἀπὸ σοφίας, ἀλλ' ἀπὸ Πνεύματος ἁγίου, καθόσον ἡμῖν δέξασθαι δυνατόν. ∆ιόπερ οὐκ ἄν τις ἁμάρτοι καὶ μετὰ τοῦτο αὐτὸ μυστήριον αὐτὸ προσειπὼν ἀπόῤῥητον· οὐδὲ γὰρ ἡμῖν τοῖς πιστοῖς πᾶσα ἐνεχειρίσθη σαφήνεια καὶ ἀκρίβεια. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ὡς ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. ∆ιὰ τοῦτο ἔλεγε, Λαλοῦμεν σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν. Ἀποκεκρυμμένην, τουτέστιν, ὅτι οὐδεὶς πρὸ ἡμῶν ἔμαθε τῶν ἄνω δυνάμεων, ἢ ὅτι οὐδὲ οἱ πολλοὶ νῦν ἴσασιν. Τοῦτο γὰρ δηλοῖ τὸ, Προώρισεν εἰς δόξαν ἡμῶν· καίτοι γε ἀλλαχοῦ φησιν· Εἰς δόξαν ἑαυτοῦ. Ἑαυτοῦ γὰρ ἡγεῖται δόξαν τὴν ἡμετέραν σωτηρίαν, ὥσπερ οὖν καὶ πλοῦτον ἑαυτοῦ καλεῖ, καίτοι γε αὐτὸς πλοῦτος ὢν ἀγαθῶν, καὶ οὐδενὸς δεόμενος εἰς τὸ εἶναι πλούσιος. Προώρισε, φησὶ, τὴν περὶ ἡμᾶς κηδεμονίαν ἐνδεικνύμενος. Καὶ γὰρ ἐκεῖνοι μάλιστα καὶ τιμᾷν καὶ φιλεῖν ἡμᾶς νομίζονται, ὅσοιπερ ἄνωθεν ὦσιν ἡμᾶς παρεσκευασμένοι ποιεῖν εὖ· ὅπερ καὶ οἱ πατέρες ἐπὶ παίδων ποιοῦσι· καὶ γὰρ εἰ ὕστερον διδόασι τὰ χρήματα, ἀλλ' ἄνωθεν καὶ ἐξ ἀρχῆς εἰσι τοῦτο προῃρημένοι. Τοῦτο καὶ ὁ Παῦλος σπουδάζει δεῖξαι νῦν, ὅτι ἀεὶ ἡμᾶς ἐφίλει καὶ ἄνωθεν ὁ Θεὸς καὶ μηδέπω γενομένους. Οὐ γὰρ ἂν, 61.57 εἰ μὴ ἐφίλει, τὸν πλοῦτον ἡμῖν προώρισε. Μὴ τοίνυν ἐννοήσῃς τὴν ἐν μέσῳ γενομένην ἔχθραν· πρεσβυτέρα γὰρ ἦν αὐτῆς ἡ φιλία. Τὸ δὲ, Πρὸ τῶν αἰώνων, τὸ ἀΐδιόν φησι· καὶ γὰρ ἀλλαχοῦ οὕτω λέγει· Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. Εὑρεθήσεται τοίνυν καὶ ὁ Υἱὸς οὕτως ἀΐδιος ὤν. Καὶ γὰρ περὶ αὐτοῦ φησιν, ὅτι δι' αὐτοῦ τοὺς αἰῶνας ἐποίησεν, ὅπερ ἐστὶ πρὸ τῶν αἰώνων ὑπάρχειν. Ὁ γὰρ ποιητὴς πρὸ τῶν ποιημάτων εὔδηλον ὅτι. Ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Οὐκοῦν οὐδὲ ἐγκλημάτων εἰσὶν ἄξιοι, εἴ γε μὴ ἔγνωσαν, καὶ ἐσταύρωσαν. Καὶ εἰ μὴ ᾔδεσαν, πῶς ἔλεγεν αὐτοῖς, Καὶ ἐμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί; Περὶ γὰρ τοῦ Πιλάτου φησὶν ἡ Γραφὴ, ὅτι οὐκ ᾔδει· εἰκὸς δὲ μηδὲ τὸν Ἡρώδην εἰδέναι. Τούτους ἂν εἴποι τις καλεῖσθαι ἄρχοντας τοῦ αἰῶνος τούτου. Εἰ δὲ καὶ περὶ τῶν Ἰουδαίων καὶ περὶ τῶν ἱερέων εἴποι τις ἂν τοῦτο λέγεσθαι, οὐκ ἂν ἁμάρτοι· καὶ γὰρ ἐκείνοις φησὶν, Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου. Πῶς οὖν ἀνωτέρω φησὶ, Καὶ ἐμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί; Ἀλλὰ τίς ὁ τρόπος τῆς ἀναγνώσεως ταύτης καὶ τίς ἐκείνης, ἐν τοῖς Εὐαγγελίοις ἤδη εἴρηται· καὶ, ὥστε μὴ συνεχῶς τὸ αὐτὸ στρέφειν, ἐκεῖ παραπέμπομεν τοὺς ἐντυγχάνοντας. γʹ. Τί οὖν; ἀφείθη, φησὶν, αὐτοῖς τὸ ἐπὶ τοῦ σταυροῦ ἁμάρτημα; καὶ γὰρ εἶπεν· Ἄφες αὐτοῖς. Εἰ μετενόησαν, ἀφείθη. Καὶ γὰρ ὁ μυρίαις βαλὼν χερσὶ τὸν Στέφανον, καὶ διώξας τὴν Ἐκκλησίαν Παῦλος, τῆς Ἐκκλησίας προστάτης ἐγένετο. Οὕτως οὖν κἀκείνοις ἀφείθη τοῖς βουληθεῖσι μεταγνῶναι· ὃ δὴ καὶ ὁ Παῦλος βοῶν ἔλεγε· Λέγω οὖν· Μὴ ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο. Καὶ πάλιν, Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω; Μὴ γένοιτο. Εἶτα δεικνὺς ὅτι οὐκ ἀπεκλείσθη αὐτῶν ἡ μετάνοια, τεκμήριον τὴν ἐπιστροφὴν τὴν ἑαυτοῦ παρήγαγε λέγων· Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί. Τὸ δὲ, Οὐκ ἔγνωσαν, ἐμοὶ δοκεῖ οὐ περὶ Χριστοῦ ἐνταῦθα εἰρῆσθαι, ἀλλὰ περὶ αὐτῆς τοῦ πράγματος τῆς οἰκονομίας· οἷον, τί ἐβούλετο ὁ θάνατος καὶ ὁ σταυρὸς, οὐκ ᾔδεισαν. Καὶ γὰρ καὶ ἐκεῖ οὐκ εἶπεν, ὅτι Ἐμὲ οὐκ οἴδασιν, ἀλλ', Οὐκ οἴδασι τί ποιοῦσι, τουτέστι, τὴν οἰκονομίαν τὴν τελουμένην καὶ τὸ μυστήριον ἀγνοοῦσιν. Οὐ γὰρ