49
φυτεύων, οὔτε ὁ ποτίζων ἔστι τι. Πῶς οὖν αὐτὰ παρεμυθήσατο; Τῷ τε ἐπὶ τοῦ οἰκείου προσώπου προσάγειν τὴν ἐξουδένωσιν. Τίς γάρ ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς; καὶ τῷ τὸ πᾶν ἀναθεῖναι τῷ πάντα δεδωκότι Θεῷ. Εἰπὼν γὰρ, ὅτι Οὗτος ἐφύτευσε, καὶ προσθεὶς, ὅτι οὐδέν ἐστιν ὁ φυτεύων, ἐπήγαγεν· Ἀλλ' ὁ αὐξάνων Θεός. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλ' ἑτέρᾳ ἐπαγωγῇ πάλιν αὐτὸ θεραπεύει λέγων· Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων, ἕν εἰσι. ∆ιὰ γὰρ τούτου καὶ ἕτερον κατασκευάζει, τὸ μὴ ἐπαίρεσθαι κατ' ἀλλήλων. Ἓν δὲ εἶναι αὐτούς φησι, πρὸς τὸ μηδὲν δύνασθαι ἄνευ τοῦ αὐξάνοντος Θεοῦ. Τοῦτο δὲ εἰπὼν, οὐδὲ τοὺς πολλὰ κάμνοντας ἀφῆκε κατεξανίστασθαι τῶν ἐλάττονα εἰσενεγκάντων, οὔτε τοὺς ἑτέρους τούτοις φθονεῖν. Εἶτα, ἐπειδὴ τοῦτο ῥᾳθυμοτέρους ἐποίει, τὸ πάντας ἓν εἶναι νομίζεσθαι, καὶ τοὺς πολλὰ καμόντας καὶ τοὺς ἐλάττω, ὅρα πῶς αὐτὸ διωρθώσατο, εἰπών· Ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Ὡς ἂν εἰ ἔλεγε· Μὴ φοβοῦ, ὅτι εἶπον, ὅτι ἕν εἰσι· πρὸς γὰρ τὸ τοῦ Θεοῦ ἔργον παραβαλλόμενοι, ἕν εἰσιν· ἐπεὶ πόνων ἕνεκεν οὐκ εἰσὶν, ἀλλὰ ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται. Εἶτα καὶ λιπαίνει πλέον αὐτὸ, κατορθώσας 61.72 ὅπερ ἐβούλετο, καὶ χαρίζεται ἐν οἷς ἔξεστι μετὰ φιλοτιμίας. Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεωργιόν ἐστε, Θεοῦ οἰκοδομή ἐστε. Ὁρᾷς πῶς καὶ αὐτοῖς ἔργον ἔδωκεν οὐ μικρὸν, κατασκευάσας πρότερον, ὅτι τὸ πᾶν ἐστι τοῦ Θεοῦ; Ἐπειδὴ γὰρ ἀεὶ παραινεῖ πείθεσθαι τοῖς ἡγουμένοις, διὰ τοῦτο οὐ σφόδρα ἐξευτελίζει τοὺς διδασκάλους. Θεοῦ γεώργιόν ἐστε. Ἐπειδὴ γὰρ εἶπεν, Ἐφύτευσα, τῇ τροπῇ ἐπέμεινεν. Εἰ δὲ Θεοῦ γεώργιον, οὐκ ἀπὸ τῶν γεωργούντων ὑμᾶς, ἀλλ' ἀπὸ τοῦ Θεοῦ καλεῖσθαι δίκαιον. Οὐ γὰρ ἀγρὸς γεωργοῦ καλεῖται, ἀλλὰ τοῦ οἰκοδεσπότου. Θεοῦ οἰκοδομή ἐστε. Πάλιν ἡ οἰκοδομὴ οὐ τοῦ τεχνίτου, ἀλλὰ τοῦ δεσπότου ἐστίν. Εἰ δὲ οἰκοδομή ἐστε, οὐ χρὴ διεσπάσθαι· ἐπεὶ οὐκ ἂν εἴη τοῦτο οἰκοδομή. Εἰ γεώργιόν ἐστε, διαιρεῖσθαι οὐ χρὴ, ἀλλ' ἑνὶ φραγμῷ τῷ τῆς ὁμονοίας τειχίζεσθαι. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων, θεμέλιον τέθεικα. Σοφὸν ἑαυτὸν ἐκάλεσεν ἐνταῦθα, οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλὰ τύπον αὐτοῖς διδοὺς, καὶ δεικνὺς, ὅτι τοῦτό ἐστι σοφοῦ, τὸ ἕνα θεῖναι θεμέλιον. Ὅρα γοῦν πῶς μετριάζει. Εἰπὼν γὰρ σοφὸν ἑαυτὸν, οὐκ ἀφῆκεν αὐτοῦ τοῦτο εἶναι, ἀλλ' ὅλον ἑαυτὸν πρότερον ἀναθεὶς τῷ Θεῷ, τότε ἑαυτὸν οὕτως ἐκάλεσε· Κατὰ γὰρ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, φησίν. Ὁμοῦ γὰρ δείκνυσιν, ὅτι καὶ τὸ πᾶν ἐστι τοῦ Θεοῦ, καὶ ὅτι τοῦτο μάλιστά ἐστι χάρις, τὸ μὴ διῃρῆσθαι, ἀλλ' ἐφ' ἑνὶ κεῖσθαι θεμελίῳ. Ἄλλος ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδομεῖ. Ἐνταῦθά μοι δοκεῖ εἰς τὸν περὶ τῆς πολιτείας λοιπὸν αὐτοὺς ἐμβάλλειν ἀγῶνα, ἐπειδὴ συνῆψεν ἅπαξ καὶ ἓν ἐποίησε. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Οὐ δύναται δὲ, ἕως ἂν ᾖ ἀρχιτέκτων· ἂν δὲ τεθῇ, οὐκέτι ἐστὶν ἀρχιτέκτων. δʹ. Ἴδε πῶς καὶ ἀπὸ τῶν κοινῶν ἐννοιῶν κατασκευάζει τὸ προκείμενον ἅπαν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Κατήγγειλα τὸν Χριστὸν, παρέδωκα ὑμῖν τὸν θεμέλιον, σκοπεῖτε πῶς ἐποικοδομεῖτε, εἰ κενοδόξως, εἰ πρὸς ἀνθρώπους ἀποσπῶντες τοὺς μαθητάς. Μὴ τοίνυν προσέχωμεν ταῖς αἱρέσεσι· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον. Ἐπὶ τοῦτον οὖν οἰκοδομῶμεν, καὶ ὡς θεμελίου ἐχώμεθα, ὡς κλῆμα ἀμπέλου, καὶ μηδὲν ἔστω μέσον ἡμῶν καὶ Χριστοῦ· ἂν γὰρ γένηταί τι μέσον, εὐθέως ἀπολλύμεθα. Καὶ γὰρ τὸ κλῆμα κατὰ τὸ συνεχὲς ἕλκει τὴν πιότητα, καὶ ἡ οἰκοδομὴ κατὰ τὸ κεκολλῆσθαι ἕστηκεν· ὡς ἂν διαστῇ, ἀπόλλυται, οὐκ ἔχουσα ποῦ ἐρείσει ἑαυτήν. Μὴ τοίνυν ἁπλῶς ἐχώμεθα τοῦ Χριστοῦ, ἀλλὰ κολληθῶμεν αὐτῷ· ἂν γὰρ διαστῶμεν, ἀπολλύμεθα. Οἱ γὰρ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται, φησί. Κολλώμεθα τοίνυν αὐτῷ, καὶ κολλώμεθα διὰ τῶν ἔργων· Ὁ γὰρ τηρῶν τὰς ἐντολάς μου, αὐτὸς ἐν ἐμοὶ, φησὶ, μένει. Καὶ γὰρ διὰ πολλῶν ἡμᾶς ὑποδειγμάτων ἑνοῖ. Σκόπει δέ· Αὐτὸς ἡ κεφαλὴ, ἡμεῖς τὸ σῶμα· μὴ δύναται μέσον τι εἶναι κεφαλῆς καὶ σώματος διάστημα κενόν; Αὐτὸς θεμέλιος, ἡμεῖς οἰκοδομή· αὐτὸς ἄμπελος, ἡμεῖς κλήματα· αὐτὸς ὁ