88
εἶναι τὸν ἀξιοῦντα ταύτης ἀπολαῦσαι, καὶ μὴ ἐπιτυγχάνοντα· μᾶλλον γὰρ αὐτῶν ἡ ψυχὴ τῆς ἐκείνου καίεται. Καὶ καλῶς τις εἶπεν ὑδερικούς τινας εἶναι τοὺς φιλαργύρους. Καθάπερ γὰρ ἐκεῖνοι πολὺ φέροντες ὕδωρ ἐν τῷ σώματι μᾶλλον ἐκκαίονται· οὕτω καὶ οἱ φιλάργυροι πολλὰ περιφέροντες χρήματα πλειόνων ἐπιθυμοῦσι. Τὸ δὲ αἴτιον, ὅτι οὔτε ἐκεῖνοι ἐν τοῖς προσήκουσι τόποις τὸ ὕδωρ ἔχουσιν, οὐδὲ οὗτοι ἐν τοῖς προσήκουσι λογισμοῖς τὴν ἐπιθυμίαν. Φεύγωμεν οὖν τὴν ξένην ταύτην καὶ κενὴν νόσον, φεύγωμεν τὴν ῥίζαν τῶν κακῶν, φεύγωμεν τὴν παροῦσαν γέενναν· γέεννα γὰρ ἡ τούτων ἐπιθυμία. Ἀνάπτυξον γοῦν τὴν ψυχὴν ἑκά 61.121 στου, καὶ τοῦ καταφρονοῦντος χρημάτων καὶ τοῦ μὴ καταφρονοῦντος· καὶ ὄψει ὅτι ὁ μὲν τοῖς μαινομένοις ἔοικεν, οὐδὲν οὔτε ἰδεῖν οὔτε ἀκοῦσαι βουλόμενος· ὁ δὲ λιμένι προσέοικε κυμάτων ἀπηλλαγμένῳ, καὶ πάντων ἐστὶ φίλος, ὥσπερ ἐκεῖνος ἐχθρός. Ἄν τε γὰρ λάβῃ τις, οὐκ ἐλύπησεν, ἄν τε δῷ πάλιν τις αὐτῷ, οὐκ ἐφύσησεν, ἀλλά τίς ἐστιν ἐλευθερία παρ' αὐτῷ πᾶσαν ἄδειαν ἔχουσα· καὶ ὁ μὲν πάντας καὶ κολακεύειν καὶ ὑποκρίνεσθαι ἀναγκάζεται, οὗτος δὲ οὐδένα. Εἰ τοίνυν καὶ πένης ἐστὶν ὁ φιλάργυρος καὶ δειλὸς 61.122 καὶ εἴρων καὶ ὑποκριτὴς, καὶ φόβων γέμει καὶ τιμωρίας πολλῆς καὶ κολάσεως, ὁ δὲ καταφρονῶν χρημάτων, τῶν ἐναντίων ἀπολαύει πάντων, οὐκ εὔδηλον ὅτι ἡδίων ἡ ἀρετή; Καὶ τοῖς λοιποῖς δὲ ἂν ἐπεξήλθομεν κακοῖς, δι' ὧν δείκνυται ὅτι οὐδέν ἐστι κακὸν ἡδονὴν ἔχον, εἰ μὴ πολλὰ ἡμῖν ἔμπροσθεν εἴρητο. Ταῦτ' οὖν εἰδότες, ἑλώμεθα τὴν ἀρετὴν, ἵνα καὶ τῆς ἐνταῦθα ἡδονῆς ἀπολαύσωμεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ ΙΕʹ. Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς
ἔθνεσιν ὀνομάζε ται, ὥστε γυναῖκα τινὰ τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. αʹ. Ὅτε μὲν περὶ τοῦ διεσπάσθαι αὐτοὺς διελέγετο, οὐκ εὐθέως καταφορικῶς ἐχρήσατο τῷ λόγῳ, ἀλλὰ προσηνέστερον πρότερον, καὶ ὕστερον εἰς κατηγορίαν ἐτελεύτησεν, οὕτως εἰπών· Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' εὐθέως πληκτικῶς, καὶ κοινοῖ ὡς οἷόν τε τὸ ὄνειδος τοῦ ἐγκλήματος. Οὐ γὰρ εἶπε, ∆ιὰ τί ὁ δεῖνα ἐπόρνευσεν; ἀλλ', Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία· ἵνα μὴ ὡς ἀλλότριοι πάντη τῆς κατηγορίας ὄντες ῥᾳθυμήσωσιν, ἀλλ' ὡς τοῦ κοινοῦ πληγέντος, καὶ τῆς Ἐκκλησίας διαβληθείσης, οὕτω γένωνται ἐναγώνιοι. Οὐδεὶς γὰρ ἐρεῖ, φησὶν, ὅτι Ὁ δεῖνα ἐπόρνευσεν, ἀλλ', ὅτι Ἐν τῇ Κορινθίων Ἐκκλησίᾳ γέγονε τὸ ἁμάρτημα. Καὶ οὐκ εἶπε, Τολμᾶται πορνεία, ἀλλὰ, Ἀκούεται, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται. Καὶ γὰρ ἀεὶ ἀπὸ τῶν ἐθνικῶν ὀνειδίζει τοῖς πιστοῖς· καὶ Θεσσαλονικεῦσι γράφων ἔλεγεν· Ἕκαστος τὸ ἑαυτοῦ σκεῦος κτάσθω ἐν ἁγιασμῷ, μὴ ἐν πάθει ἐπιθυμίας, καθὼς καὶ τὰ λοιπὰ ἔθνη· καὶ Κολασσαεῦσι καὶ Ἐφεσίοις· Μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ. Εἰ δὲ τὸ τὰ αὐτὰ αὐτοὺς ἁμαρτάνειν ἀσύγγνωστον, τὸ καὶ ὑπερβαίνειν τοὺς ἐθνικοὺς, ποῦ θήσομεν, εἰπέ μοι; Παρὰ γὰρ ἐκείνοις, φησὶν, οὐ μόνον οὐ τολμᾶταί τι τοιοῦτον, ἀλλ' οὐδὲ ὀνομάζεται. Εἶδες ποῦ τὸ ἔγκλημα ἐπῆρεν; Ὅταν γὰρ τοιούτους φαίνωνται εὑρίσκοντες ἀσελγείας τρόπους, οὓς οὐ μόνον οὐ τολμῶσιν, ἀλλ' οὐδὲ ἴσασιν οἱ ἄπιστοι, ἄφατος τῆς ἁμαρτίας ἡ ὑπερβολή. Καὶ τὸ Ἐν ὑμῖν δὲ, ἐμφατικῶς εἴρηται, τουτέστιν, Ἐν ὑμῖν τοῖς πιστοῖς, τοῖς τοσούτων ἀπολελαυκόσι μυστηρίων, τοῖς ἀποῤῥήτων κεκοινωνηκόσι, τοῖς ἐπὶ τὸν οὐρανὸν κληθεῖσιν. Ὁρᾷς πόσης βαρυθυμίας ὁ λόγος γέμει; πόσου θυμοῦ κατὰ πάντων; Εἰ γὰρ μὴ πολλῆς ὀργῆς ἐπέπληστο, μηδὲ πρὸς πάντας ἀπετείνετο, οὕτως ἂν