126
δήπου διὰ τοῦτο κατηναγκασμένην αὐτοῦ τὴν πενίαν εἶναι φήσομεν. Ὅταν οὖν ἴδῃς ὑλοκοποῦντα, σφυροκοποῦντα. ἠσβολωμένον, μὴ διὰ τοῦτο καταφρόνει, ἀλλὰ διὰ τοῦτο θαύμαζε· ἐπεὶ καὶ Πέτρος καὶ διεζώσατο καὶ σαγήνην μετεχείριζε καὶ ἡλίευε μετὰ τὴν ἀνάστασιν τοῦ ∆εσπότου. Καὶ τί λέγω Πέτρον; Παῦλος γὰρ αὐτὸς οὗτος μετὰ τοὺς μυρίους διαύλους, καὶ τὰ τοσαῦτα θαύματα, ἐπὶ σκηνοῤῥαφείου ἑστὼς, δέρματα ἔῤῥαπτε, καὶ ᾐδοῦντο αὐτὸν ἄγγελοι, καὶ δαίμονες ἔτρεμον· καὶ οὐκ ᾐσχύνετο λέγων· Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Καὶ τί λέγω, οὐκ ᾐσχύνετο; Καὶ ἐνεκαλλωπίζετο μὲν οὖν τούτῳ. Καὶ τίς ἐστι κατὰ τὴν ἀρετὴν τοῦ Παύλου, φησὶ, νῦν; Οἶδα κἀγὼ ὅτι οὐδεὶς, ἀλλ' οὐ διὰ τοῦτο τοῦ καταφρονεῖσθαι ἄξιοι οἱ νῦν ὄντες. Εἰ γὰρ διὰ τὸν Χριστὸν τιμᾷς, κἂν ἔσχατος ᾖ, πιστὸς 61.169 δὲ, δίκαιος ἂν εἴη τιμᾶσθαι. Καὶ γὰρ εἰ στρατηγοῦ καὶ στρατιώτου ψιλοῦ παραγενομένων ἀμφοτέρων, βασιλεῖ φίλων ὄντων, σὺ τὴν οἰκίαν ἑκατέροις ἀνέῳξας, διὰ τίνος μᾶλλον ἔδοξας ἂν τὸν βασιλέα τιμᾷν; Εὔδηλον ὅτι διὰ τοῦ στρατιώτου. Ὁ μὲν γὰρ στρατηγὸς εἶχε, καὶ τῆς τοῦ βασιλέως φιλίας χωρὶς, πολλὰ ἱκανὰ πεῖσαι ταύτην παρασχεῖν αὐτῷ τὴν τιμήν· ὁ δὲ στρατιώτης οὐδὲν ἕτερον, ἢ τὴν τοῦ βασιλέως φιλίαν. ∆ιὰ τοῦτο καὶ χωλοὺς καὶ ἀναπήρους καὶ τοὺς οὐκ ἔχοντας ἀντιδοῦναι, καλεῖσθαι ἐπὶ τὰ δεῖπνα καὶ τὰ συμπόσια ἡμῶν ἐκέλευσεν ὁ Θεὸς, ὅτι αὗται μάλιστα κυρίως εἰσὶν αἱ διὰ τὸν Θεὸν γινόμεναι εὐποιίαι. Ἂν δὲ μέγαν τινὰ καὶ περίβλεπτον ξενίσῃς, οὐχ οὕτω καθαρὰ ἐλεημοσύνη τὸ γινόμενον· ἀλλὰ μερίζεταί τι πρὸς σὲ καὶ κενοδοξία πολλάκις, καὶ τὸ παθεῖν εὖ καὶ ἐπισημότερον πολλοῖς δι' ἐκεῖνον γίνεσθαι. Πολλοὺς γοῦν ἔχοιμι ἂν ἐπιδεῖξαι καὶ διὰ τοῦτο τοὺς ἐπισημοτέρους τῶν ἁγίων θεραπεύοντας, ἵνα καὶ παρὰ ἄρχουσι πλείονος δι' ἐκείνων ἀπολαύσωσι παῤῥησίας, καὶ τοῖς αὐτῶν πράγμασι καὶ ταῖς οἰκίαις ἐντεῦθεν χρησιμώτεροι γίνωνται· καὶ πολλὰς τοιαύτας τοὺς ἁγίους ἐκείνους ἀπαιτοῦσι χάριτας· ὅπερ αὐτοῖς λυμαίνεται τῆς φιλοξενίας τὴν ἀντίδοσιν, ὅταν αὐτὴν 61.170 γνώμῃ τοιαύτῃ μετίωσι. Καὶ τί χρὴ λέγειν περὶ τῶν ἁγίων τοῦτο; Ὁ γὰρ παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβὰς τῶν πόνων ἐνταῦθα ζητῶν, καὶ διὰ τὰ παρόντα μετιὼν ἀρετὴν, ἠλάττωσεν αὐτοῦ τὸν μισθόν· ὁ δὲ ὁλοκλήρους ἀπαιτῶν ἐκεῖ τοὺς στεφάνους, πολὺ θαυμαστότερος φαίνεται, κατὰ τὸν Λάζαρον ἐκεῖνον τὸν πάντα ἐκεῖ ἀπολαμβάνοντα τὰ ἀγαθὰ, κατὰ τοὺς παῖδας τοὺς τρεῖς, οἳ μέλλοντες εἰς τὴν κάμινον ἐμπίπτειν, ἔλεγον, ὅτι Ἔστι Θεὸς ἐν οὐρανοῖς ἱκανὸς ἐξελέσθαι ἡμᾶς· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾖ ἔστησας, οὐ προσκυνοῦμεν· κατὰ τὸν Ἀβραὰμ, ὃς καὶ ἀνήγαγε τὸν υἱὸν καὶ ἔσφαξε, καὶ ταῦτα οὐκ ἐπὶ μισθῷ τινι ἔπραττεν, ἀλλὰ μίαν ἡγούμενος μεγίστην ἀμοιβὴν, τὸ ὑπακούειν τῷ ∆εσπότῃ. Τούτους καὶ ἡμεῖς μιμώμεθα. Οὕτω γὰρ καὶ δαψιλὴς ἡ ἀντίδοσις ἡμῖν ἥξει τῶν ἀγαθῶν, ὅτι μετὰ τοιαύτης ἅπαντα πράττομεν γνώμης, καὶ λαμπροτέρων ἐπιτευξόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΚΑʹ. Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον
ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; αʹ. Ἐπειδὴ εἶπεν, ὅτι Ἐὰν βρῶμα σκανδαλίζῃ τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ὅπερ οὐκ ἦν μὲν πεποιηκὼς, ὑπέσχετο δὲ ποιήσειν, εἰ χρεία ἀπαιτοίη· ἵνα μή τις λέγῃ, ὅτι Κομπάζεις εἰκῆ, καὶ φιλοσοφεῖς ἐν λόγοις, καὶ ὑπισχνῇ διὰ ῥημάτων, ὃ καὶ ἐμοὶ καὶ τῷ δεῖνι εὔκολον· εἰ γὰρ ἀπὸ ψυχῆς ταῦτα λέγεις, δεῖξον διὰ τῶν ἔργων τίνος κατεφρόνησας