161
ἕτερον· ὃ καὶ αὐτὸ μὲν ἔγκλημα ἦν, οὐ τοσοῦτον δέ. Ὅπερ γὰρ ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι οὐ πάντα ἐφεξῆς τίθησι τὰ σφοδρὰ κατηγορήματα, ἀλλὰ διαθεὶς αὐτὰ κατὰ τάξιν τὴν προσήκουσαν, εἰς μέσον αὐτῶν παρεμβάλλει τὰ κουφότερα, παραμυθούμενος τὸ ἐπαχθὲς τοῦ λόγου τὸ ἐκ τῆς συνεχοῦς ἐπιτιμήσεως ἐγγινόμενον τοῖς ἀκούουσι. ∆ιὸ καὶ τὸ πάντων σφοδρότερον ὕστερον τίθησι, τὸ περὶ τῆς ἀναστάσεως. Τέως δὲ ἐφ' ἕτερον χωρεῖ κουφότερον λέγων· Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε. Ὅταν μὲν γὰρ ὡμολογημένον ᾖ τὸ ἁμάρτημα, καὶ κατηγορεῖ σφοδρῶς καὶ ἀπειλεῖ· ὅταν δὲ ἀμφιβαλλόμενον, κατασκευάζει πρῶτον αὐτὸ, καὶ τότε ἐπιτιμᾷ· καὶ τὸ μὲν ὡμολογημένον ἐπαίρει, τὸ δὲ ἀμφισβητήσιμον δείκνυσιν ὡμολογημένον. Οἷον ἡ πορνεία ὡμολογημένον ἦν· διόπερ οὐκ ἐδεήθη δεῖξαι, ὅτι ἁμάρτημα ἦν, ἀλλὰ τὸ μέγεθος ἐκεῖ κατεσκεύασε τοῦ πλημμελήματος, καὶ 61.212 κατὰ σύγκρισιν προήγαγε τὸν λόγον. Πάλιν τὸ ἐφ' ἑτέρων δικάζεσθαι, ἁμάρτημα μὲν ἦν, οὐ τοσοῦτον δέ· διόπερ αὐτὸ καὶ παρενέθηκε, καὶ κατεσκεύασε. Τὸ τῶν εἰδωλοθύτων πάλιν ἀμφεβάλλετο μὲν, ἦν δὲ μέγιστον κακόν· διὸ καὶ ἀποδείκνυσιν ἁμάρτημα ὂν, καὶ ἐπαίρει τῷ λόγῳ. Ὅταν δὲ τοῦτο ποιήσῃ, οὐκ ἀπάγει τῶν ἐγκλημάτων μόνον, ἀλλὰ καὶ εἰς τὰ ἐναντία ἐνάγει. Οὐδὲ γὰρ εἶπεν ὅτι οὐ δεῖ πορνεύειν μόνον, ἀλλ' ὅτι καὶ πολλὴν ἁγιωσύνην ἐνδείκνυσθαι χρή. ∆ιόπερ ἐπήγαγε· ∆οξάσατε δὴ ἄρα τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν. Καὶ εἰπὼν πάλιν ὅτι οὐ δεῖ σοφὸν εἶναι τὴν ἔξω σοφίαν, οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ κελεύει καὶ μωρὸν γενέσθαι. Καὶ συμβουλεύων ἐπὶ τῶν ἔξω μὴ δικάζεσθαι μηδὲ ἀδικεῖν, προϊὼν καὶ αὐτὸ τὸ δικάζεσθαι ἀναιρεῖ, καὶ συμβουλεύει μὴ μόνον μὴ ἀδικεῖν, ἀλλὰ καὶ ἀδικεῖσθαι. Καὶ περὶ τῶν εἰδωλοθύτων διαλεγόμενος, οὐκ εἶπεν ὅτι τῶν κεκωλυμένων ἀπέχεσθαι δεῖ μόνον, ἀλλ' ὅτι καὶ τῶν συγκεχωρημένων, ὅταν σκάνδαλον γίνηται· καὶ οὐχὶ τοὺς ἀδελφοὺς μόνον μὴ πλήττειν, ἀλλ' οὐδὲ Ἕλληνας οὐδὲ Ἰουδαίους· 61.213 Ἀπρόσκοποι γὰρ γίνεσθε, φησὶ, καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Πληρώσας τοίνυν ἅπαντα τὸν περὶ τούτων ἁπάντων λόγον, μετὰ ταῦτα καὶ ἐφ' ἕτερον ἔγκλημα πρόεισι λοιπόν. Τί δὲ τοῦτο ἦν; Αἱ μὲν γυναῖκες ἀνακεκαλυμμέναι καὶ γυμνῇ τῇ κεφαλῇ καὶ ηὔχοντο καὶ προεφήτευον· καὶ γὰρ προεφήτευον τότε γυναῖκες· οἱ δὲ ἄνδρες καὶ ἐκόμων, ἅτε ἐν φιλοσοφίᾳ διατρίψαντες, καὶ περιεβάλλοντο τὰς κεφαλὰς εὐχόμενοι καὶ προφητεύοντες· ὅπερ ἑκάτερον Ἑλληνικοῦ νόμου ἦν. Ἐπεὶ οὖν ὑπὲρ τούτων ἤδη παρῄνεσε παρὼν, καὶ ἴσως οἱ μὲν ἤκουσαν, οἱ δὲ ἠπείθησαν, διὰ τοῦτο καὶ διὰ τῆς Ἐπιστολῆς πάλιν, ὥσπερ σοφὸς ἰατρὸς, ἐπαντλῶν τῷ λόγῳ διορθοῦται τὸ ἁμάρτημα. Ὅτι γὰρ παρῄνεσεν ἤδη παρὼν, δῆλον ἐξ ὧν προοιμιάζεται. Τίνος γὰρ ἕνεκεν οὐδὲν εἰπὼν περὶ τούτου οὐδαμοῦ τῆς Ἐπιστολῆς ἔμπροσθεν, ἀλλ' ἀπὸ ἐγκλημάτων ἑτέρων ἐκβὰς, εὐθέως φησίν· Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε; Ὁρᾷς ὅτι οἱ μὲν ἤκουσαν, οὓς ἐπαινεῖ, οἱ δὲ παρήκουσαν, οὓς διορθοῦται διὰ τῶν ἑξῆς, λέγων· Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν; Εἰ γὰρ τῶν μὲν κατωρθωκότων, τῶν δὲ παρακουσάντων, πάντας ὑπέβαλε τῇ κατηγορίᾳ, ἐκείνους τε θρασυτέρους ἐποίησε, καὶ τούτους ῥᾳθυμοτέρους ἂν εἰργάσατο· νῦν δὲ τοὺς μὲν ἐπαινέσας καὶ ἀποδεξάμενος, τοὺς δὲ κακίσας, καὶ ἐκείνους μᾶλλον ἤλειψε, καὶ τούτους καταδύεσθαι παρεσκεύασεν. Ἱκανὸν μὲν γὰρ καὶ καθ' ἑαυτὸ ἡ κατηγορία πλῆξαι· ὅταν δὲ πρὸς παράθεσιν ἑτέρων κατωρθωκότων καὶ ἐγκωμιαζομένων γίνηται, μεῖζον ἔχει τὸ κέντρον. Ἀλλὰ τέως οὐκ ἀπὸ κατηγορίας, ἀλλ' ἀπὸ ἐγκωμίων ἄρχεται, καὶ ἐγκωμίων μεγάλων, λέγων· Ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε. Τοιοῦτον γὰρ τοῦ Παύλου τὸ ἔθος, καὶ ἐπὶ μικροῖς μεγάλους ἐπαίνους ὑφαίνει, οὐ κολακείᾳ τοῦτο ποιῶν, μὴ γένοιτο· πῶς γὰρ ὁ μηδὲ χρημάτων ἐφιέμενος, μήτε δόξης, μήτε ἄλλου μηδενὸς τῶν τοιούτων; ἀλλ' ὑπὲρ τῆς σωτηρίας αὐτῶν πάντα