174
παρ' αὐτοῖς τούτοις ἀπέκοψεν), οὔτε τὰ προσηνεστέρων χρῄζοντα τῶν φαρμάκων σιδήρῳ παραδιδούς. ∆ιὰ δὴ τοῦτο καὶ ἐνταῦθα πραότερον τῷ λόγῳ κέχρηται· καὶ ἄλλως δὲ ἡμέρους αὐτοὺς μάλιστα ἐσπούδακε καταστῆσαι τοῖς πένησι· διὸ καὶ ὑφειμένως διαλέγεται μᾶλλον αὐτοῖς. Εἶτα θέλων αὐτοὺς καὶ ἑτέρωθεν ἐντρέψαι μειζόνως, ἀπὸ τῶν κυριωτέρων τὸν λόγον ὑφαίνει πάλιν· Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, φησὶν, ὃ καὶ παρέδωκα ὑμῖν· ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾖ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Τίνος ἕνεκεν ἐνταῦθα τῶν μυστηρίων μέμνηται; Ὅτι σφόδρα ἀναγκαῖος εἰς τὴν παροῦσαν ὑπόθεσιν ὁ λόγος ἦν οὗτος αὐτῷ. 61.229 Καὶ γὰρ ὁ ∆εσπότης σου, φησὶ, τῆς αὐτῆς ἅπαντας ἠξίωσε τραπέζης, καίτοι σφόδρα φρικωδεστάτης οὔσης, καὶ πολὺ τὴν ἁπάντων ὑπερβαινούσης ἀξίαν· σὺ δὲ αὐτοὺς καὶ τῆς σῆς ἀναξίους εἶναι ἡγῇ, τῆς μικρᾶς ταύτης καὶ εὐτελοῦς, καὶ ἐν τοῖς πνευματικοῖς οὐδὲν αὐτῶν σου πλεονεκτούντων, ἁρπάζεις αὐτοὺς ἐν τοῖς αἰσθητοῖς· οὐδὲ γὰρ ταῦτα σά. Ἀλλ' οὕτω μὲν οὐ λέγει, ὥστε μὴ γενέσθαι τραχὺν τὸν λόγον· ἡμερώτερον δὲ αὐτὸν κατασκευάζει λέγων· Ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾖ παρεδίδοτο, ἔλαβεν ἄρτον. Καὶ τίνος ἕνεκεν τοῦ καιροῦ ἡμᾶς ἀναμιμνήσκει, καὶ τῆς ἑσπέρας ἐκείνης καὶ τῆς προδοσίας; Οὐχ ἁπλῶς οὐδὲ ἄνευ λόγου τινὸς, ἀλλ' ἵνα μεθ' ὑπερβολῆς κατανύξῃ καὶ ἀπὸ τοῦ καιροῦ. Κἂν γὰρ αὐτόλιθος ᾖ τις, ἐννοήσας ἐκείνην τὴν νύκτα, πῶς ἦν μετὰ τῶν μαθητῶν ἀδημονῶν, πῶς παρεδόθη, πῶς ἐδέθη, πῶς ἀπήχθη, πῶς ἐδικάσθη, πῶς καὶ τὰ ἑξῆς ἔπαθεν ἅπαντα, κηροῦ γίνεται ἁπαλώτερος, καὶ τῆς γῆς ἀπαλλάττεται καὶ τῆς ἐνταῦθα φαντασίας ἁπάσης. ∆ιὰ τοῦτο πάντων ἐκείνων εἰς μνήμην ἡμᾶς ἄγει, διὰ τοῦ καιροῦ καὶ τῆς τραπέζης καὶ τῆς προδοσίας ἐντρέπων καὶ λέγων, ὅτι Ὁ μὲν ∆εσπότης σου καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ σοῦ· σὺ δὲ τῷ ἀδελφῷ οὐδὲ σιτίων μεταδίδως ὑπὲρ σαυτοῦ; δʹ. Πῶς δέ φησι παρὰ τοῦ Κυρίου παρειληφέναι; οὐδὲ γὰρ παρῆν τότε, ἀλλὰ τῶν διωκόντων ἦν. Ἵνα μάθῃς ὅτι οὐδὲν πλέον ἔχει ἐκείνη ἡ τράπεζα τῆς μετὰ ταῦτα. Καὶ γὰρ καὶ σήμερον αὐτός ἐστιν ὁ πάντα ἐργαζόμενος καὶ παραδιδοὺς, ὥσπερ καὶ τότε. Οὐ διὰ τοῦτο δὲ μόνον τῆς νυκτὸς ἀναμιμνήσκει ἐκείνης, ἀλλ' ἵνα καὶ ἑτέρως ἡμᾶς κατανύξῃ. Ὥσπερ γὰρ ἐκείνων μάλιστα μεμνήμεθα τῶν ῥημάτων, ὧν ἂν τελευταῖον παρὰ τῶν ἀπιόντων ἀκούσωμεν, καὶ πρὸς τοὺς κληρονόμους τοὺς ἐκείνων, εἰ τολμήσαιεν αὐτῶν παραβῆναι τὰς ἐντολὰς, ἐντρέποντες αὐτοὺς λέγομεν, Ἐννοήσατε ὅτι ταύτην ὑστέραν ἀφῆκε πρὸς ὑμᾶς τὴν φωνὴν ὁ πατὴρ, καὶ μέχρι τῆς ἑσπέρας ἧς ἔμελλεν ἐκπνεῖν ταῦτα ἐπέσκηπτεν· οὕτω καὶ ὁ Παῦλος καὶ ἐντεῦθεν φρικτὸν ποιῆσαι τὸν λόγον βουλόμενος, Ἀναμνήσθητε, φησὶν, ὅτι ταύτην ἐσχάτην ὑμῖν δέδωκε τὴν μυσταγωγίαν, καὶ ἐν αὐτῇ τῇ νυκτὶ, ᾗ καὶ σφάττεσθαι ὑπὲρ ὑμῶν ἔμελλε, ταῦτα ἐνετέλλετο, καὶ παραδιδοὺς ὑμῖν τὸ δεῖπνον ἐκεῖνο, μετ' ἐκεῖνο οὐκέτι προσέθηκεν ἕτερον. Εἶτα καὶ αὐτὰ λοιπὸν διηγεῖται τὰ γεγενημένα λέγων ὅτι, Ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον. Εἰ τοίνυν ἐπ' εὐχαριστίᾳ προσέρχῃ, καὶ σὺ μηδὲν ἀνάξιον ποίει τῆς εὐχαριστίας, μηδὲ καταίσχυνε τὸν ἀδελφὸν, μηδὲ περιόρα πεινῶντα, μὴ μέθυε, μὴ ὕβριζε τὴν Ἐκκλησίαν. Προσέρχῃ γὰρ εὐχαριστῶν ὑπὲρ ὧν ἀπέλαυσας. Οὐκοῦν καὶ αὐτὸς ἀμοιβὴν ἀποδίδου, καὶ μὴ ἀπόσχιζε σεαυτὸν τοῦ πλησίον. Καὶ γὰρ ὁ Χριστὸς πᾶσιν ἐξίσης ἔδωκε λέγων, Λάβετε, φάγετε. Ἐκεῖνος τὸ σῶμα ἐξίσης ἔδωκε, σὺ δὲ οὐδὲ τὸν κοινὸν ἄρτον δίδως ἐξίσης; καὶ γὰρ ὑπὲρ ἁπάντων ὁμοίως ἐκλάσθη, καὶ σῶμα γέγονεν ὑπὲρ ἁπάντων ἐξίσης. Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Τί λέγεις; ἀνάμνησιν τοῦ Χριστοῦ ποιεῖς, καὶ πένητας παρορᾷς, καὶ οὐ φρίττεις; Ἀλλ' εἰ μὲν υἱοῦ ἢ ἀδελφοῦ τετελευτηκότος