271
οἱ νῦν, ὅσῳ ἐκεῖνοι μὲν ἅπαξ παθόντες τοῦτο, ἐσωφρονίσθησαν· οὗτοι δὲ καθ' ἑκάστην ἡμέραν τὸν σκώληκα τοῦτον ἐκείνου πολλῷ χαλεπώτερον εἰς τὰς οἰκίας τὰς ἑαυτῶν εἰσάγοντες, οὔτε αἰσθάνονται, οὔτε κορέννυνται. Ὅτι γὰρ ταῦτα ἐκείνοις ἔοικε κατὰ τὸν τῆς ματαιοπονίας λόγον (τῇ γὰρ τιμωρίᾳ πολλῷ ταῦτα χαλεπώτερα), ἐντεῦθεν σκόπει. Τίνι γὰρ δια- φέρει ὁ πλούσιος τοῦ πένητος; οὐχ ἓν σῶμα περι- βάλλει; οὐ μίαν τρέφει γαστέρα; τίνι οὖν πλεον- εκτεῖ; Ταῖς φροντίσι, τῷ δαπανᾶσθαι, τῷ παρ- ακούειν Θεοῦ, τῷ διαφθείρειν τὴν σάρκα, τῷ λυμαί- νεσθαι τὴν ψυχήν. Ταῦτα γάρ ἐστιν, οἷς πλεονεκτεῖ τὸν πένητα· ὡς εἴ γε πολλοὺς ἐπλήρου γαστέρας, τάχα τι καὶ λέγειν εἶχεν, οἷον ὅτι πλείων ἡ χρεία, καὶ μείζων ἡ τῆς δαπάνης ἀνάγκη. Ἀλλὰ καὶ νῦν ἔχουσι, φησὶν, εἰπεῖν, ὅτι πολλὰς πληροῦσι, τὰς τῶν οἰκετῶν, τὰς τῶν θεραπαινίδων. Ἀλλ' οὐ χρείας ἕνε- κεν, οὐδὲ φιλανθρωπίας τοῦτο γίνεται, ἀλλὰ τύφου μόνον. ὅθεν οὐδ' ἂν ἀνάσχοιτό τις τῆς ἀπολογίας αὐτῶν. εʹ. ∆ιὰ τί γὰρ πολλοὺς ἔχει οἰκέτας; Ὥσπερ γὰρ ἐν ἱματίοις τὴν χρείαν διώκειν δεῖ μόνον, καὶ ἐν τραπέ- ζῃ, οὕτω καὶ ἐν οἰκέταις. Τίς οὖν ἡ χρεία; Οὐκ ἔσ- τιν οὐδεμία. Καὶ γὰρ ἑνὶ τὸν ἕνα χρῆσθαι δεσπότην οἰκέτῃ μόνον ἐχρῆν· μᾶλλον δὲ καὶ δύο καὶ τρεῖς δε- σπότας ἑνὶ οἰκέτῃ. Εἰ δὲ βαρὺ τοῦτο, ἐννόησον τοὺς οὐδὲ ἕνα ἔχοντας, καὶ εὐκολωτέρας ἀπολαύοντας θε- ραπείας· καὶ γὰρ αὐτάρκεις τῇ διακονίᾳ τῇ ἑαυτῶν ἐποίησεν ὁ Θεὸς, μᾶλλον δὲ καὶ τῇ τοῦ πλησίον. Εἰ δὲ ἀπιστεῖς, ἄκουε Παύλου λέγοντος· Ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Εἶτα ὁ μὲν τῆς οἰκουμένης διδά- σκαλος καὶ τῶν οὐρανῶν ἄξιος οὐκ ᾐσχύνετο μυρίοις ὑπηρετῶν· σὺ δὲ, εἰ μὴ πολλὰς περιφέρεις ἀνδρα- πόδων ἀγέλας, αἰσχρὸν εἶναι νομίζεις, οὐκ εἰδὼς ὅτι τοῦτο μὲν οὖν μάλιστά ἐστι τὸ καταισχῦνόν σε; Καὶ γὰρ διὰ τοῦτο καὶ χεῖρας ἡμῖν ἔδωκεν ὁ Θεὸς καὶ 61.354 πόδας, ἵνα μὴ δεώμεθα οἰκετῶν. Οὐδὲ γὰρ χρείας ἕνεκεν τὸ τῶν δούλων ἐπεισήχθη γένος, ἐπεὶ μετὰ τοῦ Ἀδὰμ ἐπλάσθη ἂν καὶ δοῦλος· ἀλλ' ἁμαρτίας ἐστὶ τὸ ἐπιτίμιον, καὶ τῆς παρακοῆς ἡ κόλασις. Ὁ δὲ Χριστὸς παραγενόμενος, καὶ τοῦτο ἔλυσεν· Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔστι δοῦλος οὐδὲ ἐλεύθε- ρος. Ὥστε οὐκ ἀναγκαῖον τὸ δοῦλον ἔχειν· εἰ δὲ καὶ ἀναγκαῖον, ἕνα που μόνον, ἢ τὸ πολὺ δεύτερον. Τί βούλεται τὰ σμήνη τῶν οἰκετῶν; Καθάπερ γὰρ οἱ προβατοπῶλαι καὶ οἱ σωματοκάπηλοι, οὕτως ἐν βα- λανείῳ, οὕτως ἐν ἀγορᾷ περιίασιν οἱ πλουτοῦντες. Πλὴν ἀλλ' οὐδὲν ἀκριβολογοῦμαι· ἔστω σοι καὶ δεύ- τερος οἰκέτης· εἰ δὲ πολλοὺς συνάγεις, οὐ φιλανθρω- πίας ἕνεκεν τοῦτο ποιεῖς, ἀλλὰ θρυπτόμενος· ἐπεὶ, εἰ κηδόμενος, μηδένα εἰς διακονίαν ἀπασχολήσῃς τὴν σὴν, ἀλλ' ἀγοράσας, καὶ τέχνας διδάξας ὥστε ἀρκεῖν ἑαυτοῖς, ἄφες ἐλευθέρους. Ὅταν δὲ μαστίζῃς, ὅταν δεσμεύῃς, οὐκέτι φιλανθρωπίας τὸ ἔργον. Καὶ οἶδα μὲν ὅτι φορτικός εἰμι τοῖς ἀκούουσιν· ἀλλὰ τί πάθω; Εἰς τοῦτο κεῖμαι, καὶ οὐ παύσομαι ταῦτα λέγων, ἄν τε γένηταί τι πλέον, ἄν τε μηδέν. Τί γάρ σοι βούλεται τὸ σοβεῖν ἐπὶ τῆς ἀγορᾶς; μὴ γὰρ μεταξὺ θηρίων περιπατεῖς, ὅτι ἀπελαύνεις τοὺς ἐντυγχάνοντας; Μὴ φοβηθῇς· οὐδεὶς δάκνει τῶν προσιόντων, καὶ πλησίον σοι βαδιζόντων. Ἀλλ' ὕβριν ἡγῇ τὸ μετὰ πάντων συμβαδίζειν; Καὶ πόσης ταῦτα μανίας, πόσης τερα- τωδείας, τὸν μὲν ἵππον πλησίον ἑπόμενον μὴ νομί- ζειν φέρειν ὕβριν, ἄνθρωπον δὲ, εἰ μὴ ἀπὸ μυρίων ἐλαύνοιτο σταδίων, καταισχύνειν ἡγεῖσθαι; Τί δὲ καὶ παῖδας ῥαβδούχους ἔχεις, ὡς δούλοις κεχρημένος τοῖς ἐλευθέροις, μᾶλλον δὲ αὐτὸς παντὸς ἀτιμότερον οἰκέ- του ζῶν; καὶ γὰρ παντὸς εὐτελέστερος οἰκέτου ὁ τοσ- οῦτον περιφέρων τῦφον. ∆ιὰ τοῦτο οὐδὲ ὄψονται τὴν ὄντως ἐλευθερίαν οἱ τῷ χαλεπῷ τούτῳ καταδουλώ- σαντες ἑαυτοὺς πάθει. Εἰ γὰρ ἀπελαύνειν βούλει καὶ σοβεῖν, μὴ τοὺς προσιόντας, ἀλλὰ τὸν τῦφον ἀπέλα- σον· μὴ διὰ τοῦ παιδὸς, ἀλλὰ διὰ σεαυτοῦ· μὴ τῇ μάστιγι ταύτῃ, ἀλλὰ τῇ πνευματικῇ. Νῦν μὲν γάρ σου ὁ παῖς ἀπελαύνει τοὺς συμβαδίζοντας, σὲ δὲ ἄνωθεν ἡ ἀπόνοια αἰσχρότερον, ἢ οἰκέτης τὸν πλη- σίον. Ἂν δὲ ἀπὸ τοῦ ἵππου καταβὰς, ἐλάσῃς αὐτὴν διὰ τῆς ταπεινοφροσύνης, ὑψηλότερον καθεδῇ καὶ ἐν μείζονι σαυτὸν