23
τοίνυν ποθεινοὶ, καὶ εὐνοϊκῶς διαθῶμεν πρὸς ἡμᾶς τοὺς Ἕλληνας. Τοῦτο δὲ ἔσται, ἐὰν μὴ κακῶς ποιεῖν, ἀλλὰ καὶ κακῶς πάσχειν ὦμεν παρεσκευασμένοι. Οὐχ ὁρῶμεν τὰ παιδία, ὅταν ὑπὸ τῶν πατέρων βασταζόμενα ἐντείνῃ πληγὰς εἰς τὰς γνάθους τοῦ φέροντος, πῶς ὁ πατὴρ ἡδέως παρέχει τῷ παιδὶ τῆς ὀργῆς ἐμφορηθῆναι, καὶ ὅταν ἴδῃ κενώσαντα τὸν θυμὸν φαιδρύνεται; Οὕτω καὶ ἡμεῖς ποιῶμεν· καὶ καθάπερ πατέρες πρὸς παιδία, τοῖς Ἕλλησι διαλεγώμεθα. Παιδία γάρ εἰσιν ἅπαντες Ἕλληνες· καὶ ταῦτά τινες τῶν παρ' αὐτοῖς εἰρήκασιν, ὅτι ἀεὶ παῖδες ἐκεῖνοι, καὶ γέρων Ἕλλην οὐδείς. Τὰ δὲ παιδία ὑπὲρ οὐδενὸς ἀνέχεται φροντίζειν χρησίμου· οὕτω καὶ οἱ Ἕλληνες παίζειν ἀεὶ βούλονται καὶ χαμαὶ κεῖνται, χαμαιπετεῖς ὄντες καὶ χαμαίζηλοι. Τὰ δὲ παιδία πολλάκις περὶ ἀναγκαίων ἡμῶν διαλεγομένων οὐδενὸς ἐπαισθάνεται τῶν λεγομένων, ἀλλ' ἀεὶ καὶ γελᾷ· τοιοῦτοι καὶ οἱ Ἕλληνες· ὅταν περὶ βασιλείας διαλεγώμεθα, γελῶσι. Καὶ καθάπερ ἐκ παιδικοῦ στόματος πολὺς ἀποβλύζων σίελος πολλάκις καὶ σιτίον καὶ ποτὸν ἐμόλυνεν· οὕτω καὶ τὰ ἀπὸ τοῦ στόματος τῶν Ἑλλήνων ἀποῤῥέοντα ῥήματα μάταια καὶ ἀκάθαρτα· κἂν ἀναγκαίαν δῷς τροφὴν, λυποῦσι τοὺς παρέχοντας διὰ βλασφημίας ἀεὶ, καὶ δέονται διαβαστάζεσθαι. Τὰ παιδία πάλιν ὅταν ἴδωσι λῃστὴν εἰσιόντα καὶ τὰ ἔνδον ἀφαιρούμενον, οὐ μόνον οὐκ ἀμύνει, ἀλλὰ καὶ προσγελᾷ τῷ ἐπιβούλῳ· ἂν δὲ τὸν καλαθίσκον ἢ τὰ σεῖστρα ἀφέλῃς, ἢ ἄλλο τι τῶν ἀθυρμάτων, δεινοπαθεῖ καὶ δυσχεραίνει, σπαράττεται καὶ λακτίζει τὸ ἔδαφος. 61.39 Οὕτω δὴ καὶ οἱ Ἕλληνες, τὸν μὲν διάβολον ὁρῶντες πάντα ὑφαιρούμενον αὐτῶν τὰ πατρῷα καὶ τὸ συνέχοντα αὐτῶν τὴν ζωὴν, γελῶσιν ὥσπερ φίλῳ προστρέχοντες· ἂν δὲ κτῆμά τις ἢ πλοῦτον ἢ ὁτιοῦν τοιοῦτον τῶν παιδικῶν, ἀφέληται, ὀδύρονται, σπαράττονται· καὶ καθάπερ τὰ παιδία ἀναισθήτως γυμνοῦται καὶ οὐκ ἐρυθριᾷ, οὕτω καὶ οἱ Ἕλληνες πόρνοις καὶ μοιχοῖς συγκυλινδούμενοι, καὶ τοὺς τῆς φύσεως γυμνοῦντες νόμους, καὶ παρανόμους εἰσάγοντες μίξεις, οὐκ ἐπιστρέφονται. Ἐκροτήσατε σφόδρα καὶ 61.40 ἐπῃνέσατε· ἀλλὰ μετὰ τοῦ κρότου σπουδάσατε, ὅπως μὴ καὶ περὶ ὑμῶν ταῦτα λέγηται. ∆ιὸ παρακαλῶ πάντας γενέσθαι ἄνδρας· ἐπεὶ, ὅταν αὐτοὶ παῖδες ὦμεν, πῶς ἐκείνους διδάξομεν ἄνδρας εἶναι; πῶς εἴρξομεν αὐτοὺς τῆς παιδικῆς ἀνοίας; Γενώμεθα τοίνυν ἄνδρες, ἵνα φθάσωμεν εἰς τὸ μέτρον τῆς ἡλικίας τῆς ὡρισμένης παρὰ τοῦ Χριστοῦ, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ Εʹ.
Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ
πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κό σμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς. αʹ. Εἰπὼν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶν, ἔδειξεν ὅτι ἐκβέβληται ἡ σοφία ἡ ἀνθρωπίνη ἀπό τε τῆς μαρτυρίας τῶν Γραφῶν, ἀπό τε τῆς τῶν πραγμάτων ἐκβάσεως· ἀπὸ μὲν τῆς μαρτυρίας, εἰπὼν, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν· ἀπὸ δὲ τῆς ἐκβάσεως, κατὰ ἐρώτησιν προαγαγὼν τὸν λόγον καὶ εἰπὼν, Ποῦ σοφός; ποῦ γραμματεύς; Πάλιν συναπέδειξεν, ὅτι καὶ οὐ νεώτερον τὸ πρᾶγμα, ἀλλὰ καὶ παλαιὸν, ὡς ἄνωθεν αὐτὸ προδιατυποῦσθαι καὶ προλέγεσθαι· Γέγραπται γὰρ, φησίν· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν. Μετὰ τούτων ἀπέδειξεν, ὅτι καὶ χρησίμως καὶ εὐλόγως ταῦτα οὕτω γέγονεν· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, φησὶν, οὐκ ἔγνω ὁ κόσμος τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας· καὶ ὅτι ὁ σταυρὸς ἀφάτου δυνάμεως καὶ σοφίας ἀπόδειξις, καὶ ὅτι πολλῷ μεῖζον τὸ μωρὸν τοῦ Θεοῦ τῆς ἀνθρωπίνης σοφίας, καὶ τοῦτο πάλιν οὐχὶ διὰ τῶν διδασκάλων, ἀλλὰ καὶ δι' αὐτῶν ἀποδείκνυσι τῶν μαθητῶν· Βλέπετε γὰρ, φησὶ, τὴν κλῆσιν ὑμῶν. Οὐ γὰρ μόνον