24
διδασκάλους ἰδιώτας, ἀλλὰ καὶ μαθητὰς ἐπελέξατο τοιούτους· Οὐ γὰρ πολλοὶ σοφοὶ, φησὶ, κατὰ σάρκα. Οὕτω δείκνυται τοῦτο καὶ ἰσχυρότερον καὶ σοφώτερον, ὅταν καὶ πολλοὺς πείσῃ καὶ ἀσόφους πείσῃ. Καὶ γὰρ δυσκολώτατον ἰδιώτην πεῖσαι, μάλιστα ὅταν περὶ πραγμάτων ἀναγκαίων καὶ μεγάλων ὁ λόγος ᾖ. Ἀλλ' ὅμως ἔπεισαν· καὶ τούτου μάρτυρας αὐτοὺς καλεῖ· Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, φησὶν, ἐπισκέψασθε, διερευνήσασθε. Τὸ γὰρ δόγματα οὕτω σοφὰ καὶ πάντων σοφώτερα καταδέξασθαι τοὺς ἰδιώτας, μεγίστην τῷ διδασκάλῳ μαρτυρεῖ σοφίαν. Τί δέ ἐστι, κατὰ σάρκα; Κατὰ τὸ φαινόμενον, κατὰ τὸν παρόντα βίον, κατὰ τὴν ἔξωθεν παίδευσιν. Εἶτα, ἵνα μὴ δόξῃ ἑαυτῷ περιπίπτειν (καὶ γὰρ τὸν ἀνθύπατον ἔπεισε καὶ τὸν Ἀρεοπαγίτην καὶ τὸν Ἀπολλὼ, καὶ ἑτέρους δὲ εἴδομεν σοφοὺς τῷ κηρύγματι προσελθόντας), οὐκ εἶπεν, ὅτι Οὐδεὶς σοφὸς, ἀλλ', Οὐ πολλοὶ σοφοί. Οὐ γὰρ ἀποκεκληρωμένως τοὺς ἰδιώτας ἐκάλει καὶ τοὺς σοφοὺς ἠφίει, ἀλλὰ καὶ τούτους ἐδέχετο, πολλῷ δὲ πλείους ἐκείνους. Τί δήποτε; Ὅτι ὁ κατὰ σάρκα σοφὸς πολλῆς γέμει τῆς ἀνοίας, καὶ οὗτος μάλιστά ἐστιν ὁ μωρὸς, ὅταν τὴν διεφθαρμένην διδασκαλίαν ἐκβαλεῖν μὴ βούληται. Καθάπερ οὖν τις ἰατρὸς, εἰ βουληθείη διδάξαι τινὰς τὰ ἀπὸ τῆς τέχνης, οἱ μὲν ὀλίγα εἰδότες, κακῶς καὶ ἐναντίως χρώμενοι τῇ τέχνῃ καὶ κατέχειν φιλονεικοῦντες, οὐκ ἂν ἀνά 61.40 σχοιντο μαθεῖν ῥᾳδίως, οἱ δὲ μηδὲν ἐπιστάμενοι μάλιστα ἂν καταδέξαιντο τὰ λεγόμενα· οὕτω δὴ καὶ ἐνταῦθα γέγονεν· οἱ ἰδιῶται μᾶλλον ἐπείσθησαν· τὴν γὰρ ἐσχάτην ἀπόνοιαν οὐκ εἶχον, τὸ νομίζειν ἑαυτοὺς εἶναι σοφούς. Καὶ γὰρ οἱ σφόδρα μωροὶ, οὗτοι μάλιστά εἰσιν οἱ λογισμοῖς ἐπιτρέποντες ἅπερ οὐκ ἔστιν εὑρεῖν, ἀλλ' ἢ διὰ πίστεως. Καὶ γὰρ εἴ τις, τοῦ χαλκευτικοῦ διὰ τῆς πυράγρας τὸν πεπυρακτωμένον ἐξέλκοντος σίδηρον, οὗτος διὰ τῆς χειρὸς φιλονεικοίη τοῦτο ποιεῖν, τὴν ἐσχάτην αὐτοῦ καταψηφιούμεθα ἄνοιαν· οὕτω καὶ οἱ φιλόσοφοι δι' ἑαυτῶν ταῦτα εὑρεῖν φιλονεικήσαντες, τὴν πίστιν ἠτίμασαν. ∆ιά τοι τοῦτο οὐχ εὗρον τῶν ζητουμένων οὐδέν. Οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς. Καὶ γὰρ καὶ οὗτοι τύφου πεπληρωμένοι εἰσίν. Οὐδὲν δὲ οὕτω πρὸς ἀκριβῆ θεογνωσίαν ἄχρηστον, ὡς ἀπόνοια καὶ τὸ προσηλῶσθαι πλούτῳ. Καὶ γὰρ παρασκευάζει τὰ παρόντα θαυμάζειν καὶ μηδένα τῶν μελλόντων ποιεῖσθαι λόγον, καὶ ἐμφράττει τὰ ὦτα τῷ πλήθει τῶν φροντίδων. Ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός. Ὅπερ ἐστὶ μέγιστον τῆς νίκης δεῖγμα, ὅταν διὰ τῶν ἰδιωτῶν νικᾷ. βʹ. Οὐ γὰρ οὕτω καταισχύνονται Ἕλληνες, ὅταν διὰ τῶν σοφῶν ἡττηθῶσιν· ἀλλὰ τότε ἐγκαλύπτονται, ὅταν ἴδωσι τὸν χειροτέχνην καὶ τὸν ἐπὶ τῆς ἀγορᾶς ὑπὲρ αὐτοὺς φιλοσοφοῦντα. ∆ιὸ καὶ αὐτὸς ἔλεγεν· Ἵνα καταισχύνῃ τοὺς σοφούς. Καὶ οὐκ ἐνταῦθα μόνον τοῦτο ἐποίησεν, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πλεονεκτημάτων τοῦ βίου. Καὶ γὰρ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο, φησὶ, ἵνα καταισχύνῃ τὰ ἰσχυρά. Οὐ γὰρ ἰδιώτας μόνον, ἀλλὰ καὶ πένητας καὶ εὐκαταφρονήτους καὶ ἀσήμους ἐκάλεσεν, ἵνα τοὺς ἐν δυναστείαις ὄντας ταπεινώσῃ. Καὶ τὰ ἀγεννῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ. Καὶ τίνα τὰ μὴ ὄντα καλεῖ; Τοὺς μηδὲν εἶναι λογιζομένους διὰ τὴν πολλὴν οὐδένειαν. Οὕτω τὴν πολλὴν δύναμιν ἐπεδείξατο, διὰ τῶν μηδὲν εἶναι δοκούντων τοὺς μεγάλους κατενεγκών· ὅπερ καὶ ἀλλαχοῦ λέγει, ὅτι Ἡ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Μεγάλη γὰρ δύναμις τὸ τοὺς ἀπεῤῥιμμένους καὶ μηδενὸς μηδέποτε μαθήματος ἁψαμένους, τούτους ἀθρόον τὰ ὑπὲρ τὸν οὐρανὸν παιδεύειν φιλοσοφεῖν. Ἐπεὶ καὶ ἰατρὸν καὶ ῥήτορα καὶ τοὺς ἄλλους ἅπαντας τότε μάλιστα θαυμάζομεν, ὅταν τοὺς σφόδρα ἰδιώτας πείθωσι καὶ παιδεύωσιν. Εἰ δὲ τοὺς περὶ τέχνης λόγους θαῦμα μέγα ἐνθεῖναι ἰδιώτῃ, πολλῷ μᾶλλον τοὺς ὑπὲρ τοσαύτης φιλοσοφίας. Οὐ θαύματος δὲ ἕνεκεν μόνον, οὐδὲ τοῦ δεῖξαι τὴν ἑαυτοῦ δύναμιν τοῦτο πεποίηκεν, ἀλλὰ καὶ ὑπὲρ τοῦ καταστεῖλαι τοὺς ἀλαζόνας. ∆ιὸ καὶ ἔμπροσθεν ἔλεγεν· Ἵνα καταισχύνῃ τοὺς σοφοὺς, ἵνα καταργήσῃ τὰ ὄντα, 61.41 καὶ ἐνταῦθα πάλιν· Ὅπως μὴ καυχήσηται