46
καὶ τὸν Σαυρομάτην, καὶ τὸν Μαῦρον καὶ τὸν Ἰνδὸν εἰδέναι ψυχῆς καθαρμὸν, καὶ Θεοῦ δύναμιν καὶ φιλανθρωπίαν ἄφατον, καὶ πίστεως φιλοσοφίαν, καὶ Πνεύματος ἁγίου ἐπιφοίτησιν, καὶ σωμάτων ἀνάστασιν, καὶ ζωῆς ἀθανάτου δόγματα. Ταῦτα γὰρ ἅπαντα καὶ τὰ τούτων πλείονα γένη βαρβάρων οἱ ἁλιεῖς μυσταγωγοῦντες ἐν τῷ βαπτίσματι, φιλοσοφεῖν ἔπεισαν. Ταῦτα τοίνυν ἅπαντα μετὰ ἀκριβείας φυλάξαντες, πρὸς αὐτοὺς λέγωμεν, καὶ τὴν ἀπὸ τοῦ βίου πάλιν αὐτοῖς ἀπόδειξιν παρεχώμεθα, ἵνα ἑκατέρωθεν ἡμεῖς τε σωθῶμεν, ἐκείνους τε ἐπισπασώμεθα πρὸς τὴν τοῦ Θεοῦ δόξαν· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΟΜΙΛΙΑ Ηʹ.
Κἀγὼ, ἀδελφοὶ, οὐκ ἡδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς
σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶ μα· οὔπω γὰρ ἠδύνασθε. Ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε. αʹ. Καθελὼν τὴν φιλοσοφίαν τὴν ἔξωθεν, καὶ τὸν τῦφον αὐτῆς καταβαλὼν ἅπαντα, ἐφ' ἑτέραν ὑπόθεσιν ἔρχεται. Καὶ γὰρ εἰκὸς ἦν ἐκείνους λέγειν, ὅτι εἰ μὲν τὰ Πλάτωνος ἢ Πυθαγόρου ἤ τινος ἑτέρου τῶν φιλοσόφων ἀπηγγέλλομεν, εἰκότως οὕτω μακρὸν καθ' ἡμῶν ἀπέτεινες λόγον· ἐπεὶ δὲ τὰ τοῦ Πνεύματος καταγγέλλομεν, τίνος ἕνεκεν τὴν ἔξωθεν σοφίαν ἄνω καὶ κάτω στρέφεις; Πῶς οὖν πρὸς τοῦτο ἵσταται, ἄκουσον. Κἀγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς. Μάλιστα μὲν γὰρ, εἰ καὶ τέλειοι, φησὶν, ἦτε καὶ ἐν τοῖς πνευματικοῖς, οὐδὲ οὕτως ἐχρῆν ἐπαίρεσθαι· οὐδὲ γὰρ τὰ ὑμέτερα καταγγέλλετε, οὐδὲ ἅπερ αὐτοὶ οἴκοθεν εὑρήκατε· νυνὶ δὲ οὐδὲ ταῦτα ἴστε ὡς εἰδέναι χρὴ, ἀλλὰ μαθηταί ἐστε καὶ πάντων ἔσχατοι. Ὥστε εἰ μὲν ἐπὶ τῇ ἔξωθεν σοφίᾳ φρονεῖτε μεγάλα, ἐλήλεγκται οὐδὲν οὖσα αὕτη, ἀλλὰ καὶ ἐπὶ τοῖς πνευματικοῖς ἐναντία ἡμῖν· εἰ δὲ καὶ ἐπὶ τοῖς πνευματικοῖς, καὶ ἐν τούτοις τὸ ἔλαττον κατέχετε, καὶ ἐν τοῖς ἐσχάτοις ἑστήκατε. ∆ιό φησιν· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματι 61.68 κοῖς. Οὐκ εἶπεν, Οὐκ ἐλάλησα, ἵνα μὴ δόξῃ φθόνου τὸ πρᾶγμα εἶναι· ἀλλὰ διπλῇ αὐτῶν καθαίρει τὸ φρόνημα, ἑνὶ μὲν τρόπῳ, δείξας ὅτι οὐκ ἴσασι τὰ τέλεια, δευτέρῳ δὲ, ὅτι αὐτοὶ τοῦ μὴ εἰδέναι γεγόνασιν αἴτιοι, καὶ τρίτῳ δὲ πρὸς τούτοις, τῷ δεικνύναι, ὅτι οὐδὲ ἔτι νῦν δύνανται. Τὸ μὲν γὰρ τὴν ἀρχὴν μὴ δυνηθῆναι, ἴσως τῆς τοῦ πράγματος φύσεως ἦν· καίτοι γε οὐδὲ ταύτην αὐτοῖς ἀφίησι τὴν ἀπολογίαν. Οὐ γὰρ διὰ τὸ μὴ δύνασθαι δέξασθαι τὰ ὑψηλά φησιν αὐτοὺς μὴ δεδέχθαι, ἀλλὰ διὰ τὸ σαρκικοὺς εἶναι. Πλὴν ἀλλ' ἐν ἀρχῇ μὲν οὕτως οὐκ ἦν κατηγορίας ἄξιον· τὸ δὲ, καὶ χρόνου παρελθόντος τοσούτου, μηδέπω πρὸς τὰ τελειότερα φθάσαι, τοῦτο τῆς ἐσχάτης νωθείας ἦν. Τοῦτο γοῦν ἐγκαλεῖ καὶ Ἑβραίοις, ἀλλ' οὐ μετὰ τοσαύτης σφοδρότητος. Ἐκείνους μὲν γὰρ καὶ διὰ τὴν θλῖψιν τοιούτους εἶναί φησι, τούτους δὲ δι' ἐπιθυμίαν τῆς πονηρίας· οὐκ ἔστι δὲ ἴσον τοῦτο κἀκεῖνο. Καὶ δείκνυσιν ὅτι ἐκείνοις μὲν ἐπιτιμῆσαι βουλόμενος, τούτους δὲ διεγείρων μᾶλλον, ἔλεγε ταῦτα ἀληθεύων. Τούτοις μὲν γάρ φησιν· Ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε· ἐκείνοις δὲ, ∆ιόπερ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα· καὶ πάλιν, Πεπείσμεθα δὲ περὶ ὑμῶν τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Καὶ πῶς τοὺς Πνεύματος ἐπιτυχόντας τοσούτου, σαρκικοὺς καλεῖ, καὶ ὧν ἀρχόμενος τοσαῦτα διῆλθεν ἐγκώμια; Ἐπεὶ κἀκεῖνοι σαρκικοὶ ἦσαν, 61.69 πρὸς οὕς φησιν ὁ Κύριος· Ὑπάγετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· καίτοι καὶ δαίμονας ἐξέβαλον, καὶ νεκροὺς ἀνέστησαν, καὶ προφητείας ἐπεδείξαντο. Ὥστε ἔστι καὶ σημεῖα ποιήσαντα εἶναι σαρκικόν. Καὶ γὰρ τῷ Βαλαὰμ ἐνήργησεν ὁ Θεὸς, καὶ τῷ Φαραὼ τὰ μέλλοντα ἀπεκάλυψε, καὶ τῷ Ναβουχοδονόσορ, καὶ Καϊάφας προεφήτευσε, οὐκ εἰδὼς ἃ ἔλεγε· καὶ ἕτεροι δέ τινες δαιμόνια ἐξέβαλον τῷ αὐτοῦ ὀνόματι, οὐκ ὄντες μετ' αὐτοῦ, ἐπειδὴ οὐ διὰ τοὺς ποιοῦντας ταῦτα