67
κατηγορίαι μυρίαι; καὶ ὁ ἀποστερηθεὶς ὑπὸ τῆς τῶν ἀναγκαίων δάκνηται χρείας, καὶ ὀλοφύρηται, καὶ μυρίους ἐφέλκηταί σοι κατηγόρους, καὶ τῆς ἑσπέρας καταλαβούσης περιίῃ τὴν ἀγορὰν, ἐν τοῖς στενωποῖς ἐντυγχάνων πᾶσι, καὶ διαπορούμενος καὶ οὐδὲ ὑπὲρ τῆς νυκτὸς θαῤῥεῖν ἔχων; Πῶς γὰρ ἂν καθευδήσειε λοιπὸν, ὑπὸ τῆς γαστρὸς δακνόμενος, ἀγρυπνῶν, λιμῷ πολιορκούμενος, πάγου πολλάκις ὄντος καὶ ὑετοῦ καταφερομένου; Καὶ σὺ μὲν ἐκ βαλανείου λελουμένος ἐπανέρχῃ, μαλακοῖς θαλπόμενος ἱματίοις, γεγηθὼς καὶ χαίρων, καὶ ἐπὶ δεῖπνον ἕτοιμον τρέχων πολυτελές· ἐκεῖνος δὲ πανταχοῦ κατὰ τὴν ἀγορὰν ὑπὸ τοῦ κρυμοῦ καὶ τοῦ λιμοῦ συνεχῶς ἐλαυνόμενος, περιέρχεται συγκεκυφὼς καὶ χεῖρας προτείνων· καὶ οὐδὲ θαῤῥῶν ἀδεῶς τῷ ἐμπεπλησμένῳ καὶ ἀναπεπαυμένῳ ῥήματα προσενεγκεῖν ὑπὲρ τῆς ἀναγκαίας τροφῆς, πολλάκις δὲ καὶ ὑβρισθεὶς ἀνεχώρησεν. Ὅταν οὖν ἀνέλθῃς οἴκαδε, ὅταν ἐπὶ τῆς εὐνῆς ἀνακλιθῇς, ὅταν φῶς ᾖ περὶ τὸν οἶκον λαμπρὸν, ὅταν ἑτοίμη καὶ δαψιλὴς ἡ τράπεζα, τότε ἀναμνήσθητι τοῦ ταλαιπώρου καὶ ἀθλίου ἐκείνου, τοῦ περιιόντος κατὰ τοὺς κύνας ἐν τοῖς στενωποῖς καὶ τῷ σκότῳ καὶ τῷ πηλῷ, 61.95 καίτοι πολλάκις ἐκεῖθεν ἀπιόντος οὐκ εἰς οἰκίαν οὐδὲ πρὸς γυναῖκα, οὐδ' εἰς εὐνὴν, ἀλλ' εἰς στιβάδα χόρτου, καθάπερ τοὺς κύνας ὁρῶμεν δι' ὅλης λυττῶντας νυκτός. Καὶ σὺ μὲν, κἂν μικράν τινα σταγόνα κατενεχθεῖσαν ἀπὸ τῆς στέγης ἴδῃς, πάντα ἀνατρέπεις τὸν οἶκον, οἰκέτας καλῶν, πάντα κινῶν· ἐκεῖνος δὲ ἐν ῥακίοις καὶ χόρτῳ καὶ πηλῷ κείμενος, ἅπαντα ὑπομένει τὸν κρυμόν. ʹ. Ποῖον οὖν θηρίον τούτοις οὐκ ἂν κατακλασθείη τοῖς πράγμασι; τίς οὕτως ὠμὸς καὶ ἀπάνθρωπος, ὡς μὴ γενέσθαι τούτοις ἥμερος; Ἀλλὰ γὰρ εἰσί τινες, οἳ πρὸς τοσοῦτον ἀπηνείας ἥκουσιν, ὡς καὶ λέγειν ἄξια πάσχειν αὐτούς. ∆έον γὰρ ἐλεεῖν καὶ δακρύειν καὶ συνδιαλύειν τὰς συμφορὰς, οἱ δὲ καὶ κατηγοροῦσιν ὠμῶς καὶ ἀπανθρώπως αὐτῶν· οὓς ἡδέως ἂν ἐροίμην· Τίνος ἕνεκεν ἄξια πάσχουσιν, εἰπέ μοι; ὅτι τρέφεσθαι βούλονται καὶ μὴ λιμώττειν; Οὐχὶ, φησὶν, ἀλλ' ὅτι ἀργοῦντες. Σὺ δὲ οὐκ ἀργῶν σπαταλᾷς; τί δὲ, οὐκ ἐργασίαν πολλάκις πάσης ἀργίας χαλεπωτέραν ἐργάζῃ, ἁρπάζων καὶ βιαζόμενος καὶ πλεονεκτῶν; Βέλτιον ἦν, εἰ καὶ σὺ ἤργεις τοιαύτην ἀργίαν· τοῦ γὰρ πλεονεκτεῖν τὸ οὕτως ἀργεῖν βέλτιον. Νῦν δὲ καὶ ἀλλοτρίαις ἐπεμβαίνεις συμφοραῖς, οὐ μόνον ἀργῶν, οὐδὲ μόνον ἀργίας χαλεπωτέραν ἐργασίαν μετιὼν, ἀλλὰ καὶ κατηγορῶν τῶν δυσημερούντων. ∆ιηγώμεθα δὲ αὐτοῖς καὶ τὰς ἀλλοτρίας συμφορὰς, τὰς ὀρφανίας τὰς ἀώρους, τοὺς τὸ δεσμωτήριον οἰκοῦντας, τοὺς ἐν δικαστηρίοις σπαραττομένους, τοὺς περὶ τὸ ζῇν δεδοικότας, τὰς χηρείας τὰς ἀδοκήτους τῶν γυναικῶν, τὰς ἀθρόους μεταβολὰς τῶν πλουτούντων, καὶ τῷ φόβῳ τούτῳ καταμαλάττωμεν αὐτῶν τὴν διάνοιαν. Ἐν γὰρ τοῖς περὶ ἑτέρων διηγήμασι πείσομεν αὐτοὺς ταῦτα δεδοικέναι πάντως καὶ περὶ ἑαυτῶν. Ὅταν γὰρ ἀκούσωσιν, ὅτι ὁ τοῦ δεῖνος υἱὸς πλεονέκτου καὶ ἅρπαγος ἦν, τοῦ δεῖνος ἡ γυνὴ, τοῦ πολλὰ τυραννικὰ πεποιηκότος, μετὰ τὴν τελευτὴν τοῦ συνοικοῦντος μυρία ὑπέμεινε δεινὰ, τῶν ἀδικηθέντων καὶ τῇ γυναικὶ καὶ τοῖς παιδίοις ἐπιόντων, καὶ κοινοῦ πολέμου πάντοθεν ἠρμένου κατὰ τῆς οἰκίας τῆς ἐκείνου, κἂν πάντων ἀναισθητότερος ᾖ, καὶ αὐτὸς προσδοκῶν τὰ αὐτὰ πείσεσθαι, καὶ ὑπὲρ τῶν ἑαυτοῦ δεδοικὼς μήποτε τὰ αὐτὰ ὑπομείνωσι, σωφρονέστερος ἔσται. Πολλῶν δὲ ἡμῖν τοιούτων διηγημάτων ὁ βίος 61.96 ἐμπέπλησται, καὶ οὐκ ἀπορήσομεν τῆς τοιαύτης διορθώσεως. Ὅταν δὲ ταῦτα λέγωμεν, μὴ ὡς παραινοῦντες μηδὲ ὡς συμβουλεύοντες αὐτὰ λέγωμεν, ἵνα μὴ φορτικώτερος γένηται ὁ λόγος, ἀλλ' ὡς ἐν τάξει διηγήματος· καὶ ἐξ ἑτέρας ἀκολουθίας ἐπὶ τὴν τοιαύτην ἀεὶ βαδίζωμεν τὴν διάλεξιν, καὶ συνεχῶς αὐτοὺς εἰς ταῦτα ἐμβάλλωμεν τὰ διηγήματα, μηδὲν ἕτερον συγχωροῦντες λαλεῖν, ἢ ταῦτα· πῶς ἡ τοῦ δεῖνος οἰκία λαμπρὰ καὶ περιφανὴς οὖσα κατέπεσε· πῶς οὕτως ἔρημός ἐστιν, ὡς εἰς ἑτέρων ἐλθεῖν χεῖρας τὰ ἐν αὐτῇ πάντα· πόσα δικαστήρια καθ' ἑκάστην ἡμέραν ὑπὲρ ταύτης συνίστατο τῆς οὐσίας, πόσα πράγματα· πόσοι τῶν οἰκετῶν