68
ἐκείνου, οἱ μὲν ἐπαιτοῦντες, οἱ δὲ τὸ δεσμωτήριον οἰκοῦντες ἀπέθανον· καὶ ταῦτα πάντα ὡς ἐλεοῦντες τὸν ἀπελθόντα λέγωμεν, καὶ ὡς τὰ παρόντα ἐξευτελίζοντες, ἵνα καὶ τῷ φόβῳ καὶ τῷ ἐλέῳ καταμαλάξωμεν τὴν ἀπηνῆ διάνοιαν· καὶ ὅταν συσταλέντας ἴδωμεν τοῖς διηγήμασι τούτοις, τότε λοιπὸν αὐτοῖς καὶ τὸν περὶ τῆς γεέννης ἐπεισάγωμεν λόγον, μὴ ὡς τούτους φοβοῦντες, ἀλλ' ὡς ἑτέρους ἐλεοῦντες· καὶ λέγωμεν· Καὶ τί χρὴ λέγειν τὰ παρόντα; οὐδὲ γὰρ μέχρι τούτων ἕστηκε τὰ ἡμέτερα, ἀλλὰ χαλεπωτέρα δέξεται κόλασις τοὺς τοιούτους, καὶ ποταμὸς πυρὸς καὶ σκώληξ ἰοβόλος καὶ σκότος ἀτελεύτητον καὶ ἀθάνατοι κολάσεις. Ἂν τούτοις αὐτοὺς κατεπᾴδωμεν τοῖς διηγήμασι, καὶ ἡμᾶς αὐτοὺς κἀκείνους διορθώσομεν, καὶ τῆς ἀῤῥωστίας ταχέως ἀπαλλάξομεν, καὶ κατὰ τὴν ἡμέραν ἐκείνην ἐπαινέτην τὸν Θεὸν ἕξομεν, καθάπερ καὶ ὁ Παῦλός φησι· Καὶ τότε ὁ ἔπαινος ἑκάστου γενήσεται ἀπὸ τοῦ Θεοῦ. Ὁ μὲν γὰρ παρὰ ἀνθρώποις καὶ διαῤῥεῖ καὶ ἔστιν ὅτε οὐκ ἀπὸ ἀγαθῆς πολλάκις γίνεται διανοίας· ὁ δὲ παρὰ τοῦ Θεοῦ καὶ μένει διηνεκῶς καὶ διαλάμπει σαφῶς. Ὅταν γὰρ ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως, καὶ πάθους ἐκτὸς ὢν ἐπαινῇ, τότε καὶ ἀναμφισβήτητός ἐστι τῆς ἀρετῆς ἡ ἀπόδειξις. Ταῦτα οὖν εἰδότες, τοιαῦτα πράττωμεν ὡς παρὰ τοῦ Θεοῦ ἐπαινεῖσθαι, καὶ τῶν μεγίστων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΙΒʹ.
Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς, ἵνα ἐν
ἡμῖν μάθητε, τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν. αʹ. Ἕως μὲν αὐτῷ τῶν φορτικῶν ἔδει ῥημάτων, οὐκ ἀπεκάλυψε τὴν σκηνὴν, ἀλλ' ὡς αὐτὸς ὢν ὁ ταῦτα ἀκούων, οὕτω διελέγετο, ἵνα τὸ ἀξίωμα τῶν ἐγκαλουμένων προσώπων τοῖς ἐγκαλοῦσιν ἀντιπίπτον, ἀπὸ τῶν ἐγκλημάτων εἰς ὀργὴν ἐξενεχθῆναι μὴ συγχωρήσῃ· ἐπειδὴ δὲ ἀνεῖναι λοιπὸν ἔδει, τότε ἀπαμφιάσας αὐτὸ, καὶ τὸ προσωπεῖον ἀπάρας, ἔδειξε τὰ κρυπτόμενα πρόσωπα ἐν τῇ τοῦ Παύλου καὶ Ἀπολλὼ προσηγορίᾳ. ∆ιὸ καὶ ἔλεγε· Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ. Καὶ καθάπερ ἐπὶ τῶν καμνόντων, ὅταν λακτίζῃ τὸ παιδίον τὸ ἀῤῥωστοῦν καὶ ἀποστρέφηται τὰ προσφερόμενα 61.96 σιτία παρὰ τῶν ἰατρῶν, τὸν πατέρα ἢ τὸν παιδαγωγὸν καλέσαντες οἱ προσεδρεύοντες, παρὰ τῶν τοῦ ἰατροῦ χειρῶν λαβόντας τὰ σιτία προσάγειν κελεύουσιν, ὥστε ἐκ τοῦ φόβου τοῦ πρὸς ἐκείνους δέξασθαι καὶ ἡσυχάσαι· οὕτω καὶ Παῦλος μέλλων ὑπὲρ ἑτέρων ἐγκαλεῖν, τῶν μὲν ὡς ἀδικουμένων, τῶν δὲ ὡς πέρα τοῦ μέτρου τιμωμένων, αὐτὰ μὲν οὐκ ἔθηκε τὰ πρόσωπα, ἐπὶ δὲ τῆς ἑαυτοῦ προσηγορίας καὶ τῆς Ἀπολλὼ τὸν λόγον προσήγαγεν, ἵνα αἰδούμενοι τούτους δέξωνται τὴν θεραπείαν· ἐπειδὴ δὲ ἐδέξαντο, τότε λοιπὸν ἀπεκάλυψεν ὑπὲρ ὧν ταῦτα ἔλεγεν. Ἦν δὲ ταῦτα οὐχ ὑπόκρισις, ἀλλὰ συγκατάβασις καὶ οἰκονομία. Εἰ γὰρ εἶπε φανερῶς, ὅτι Ὑμεῖς δὲ τοὺς ἄνδρας κρίνετε τοὺς ἁγίους καὶ θαυμαστοὺς, κἂν ἐδυσχέραναν καὶ ἀπεπήδησαν· νῦν δὲ εἰπών· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ· 61.97 καὶ πάλιν, Τίς δέ ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς; εὐπαράδεκτον τὸν λόγον ἐποίησε. ∆ιά τοι τοῦτο ἔφησεν, ὅτι Ταῦτα εἰς ἐμαυτὸν μετεσχημάτισα δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, δεικνὺς ὅτι εἰ ἐπ' ἐκείνων τὸν λόγον προσήγαγεν, οὐκ ἂν ἔμαθον ὅσα μαθεῖν ἔδει, οὐδ' ἂν ἐδέξαντο τὴν διόρθωσιν, δυσχεραίνοντες πρὸς τὰ λεγόμενα. Νυνὶ δὲ αἰδούμενοι τοὺς περὶ Παῦλον, ἤνεγκαν ῥᾳδίως τὴν ἐπιτίμησιν. Τί δέ ἐστι τὸ, Μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν; Γέγραπται· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ