78
παρελθόντα λέγειν μόνον· Μέχρι γὰρ τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν. Ὁρᾷς ὅτι πάντα τὸν βίον τοιοῦτον εἶναι δεῖ τῶν Χριστιανῶν, οὐ μίαν ἡμέραν καὶ δευτέραν; Οὐδὲ γὰρ ἂν ἀθλητὴς τὴν μίαν μόνην νικήσας πάλην στεφανωθῇ, πάλιν στεφανοῦται καταπεσών. Καὶ πεινῶμεν, πρὸς τοὺς τρυφῶντας· καὶ κολαφιζόμεθα, πρὸς τοὺς πεφυσιωμένους· καὶ ἀστατοῦμεν, πρὸς τοὺς ἀναπίπτοντας· καὶ γυμνητεύομεν, πρὸς τοὺς πλουτοῦντας· καὶ κοπιῶμεν, ἤδη πρὸς τοὺς ψευδαποστόλους τοὺς οὔτε ἐργάζεσθαι οὔτε κινδυνεύειν ἀνεχομένους, ἀλλὰ καρπουμένους αὐτούς. Ἀλλ' οὐχ ἡμεῖς οὕτω, φησὶν, ἀλλὰ μετὰ τῶν ἔξωθεν κινδύνων καὶ ἑαυτοὺς κατατείνομεν τῇ διηνεκεῖ ἐργασίᾳ. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐκ ἔχοι τις ἂν εἰπεῖν, ὅτι δυσχεραίνομεν ἐπὶ τούτοις, ἢ τοῖς διώκουσιν ἐγκαλοῦμεν· τοῖς γὰρ ἐναντίοις τοὺς ἐπηρεάζοντας ἀμειβόμεθα. Τὸ γὰρ μέγα τοῦτό ἐστιν, οὐ τὸ κακῶς παθεῖν· τοῦτο γὰρ πάντων κοινόν· ἀλλὰ τὸ πάσχοντας μὴ ἀλύειν μηδὲ δυσχεραίνειν. βʹ. Ἡμεῖς δὲ οὐ μόνον οὐ δυσχεραίνομεν, ἀλλὰ καὶ ἀγαλλόμεθα. Καὶ τούτου τεκμήριον τὸ τοὺς ποιοῦντας κακῶς τοῖς ἐναντίοις ἀμείβεσθαι. Ὅτι δὲ τοῦτο ἐποίουν, ἄκουσον τῶν ἑξῆς· Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, τουτέστι, μωροὶ διὰ Χριστόν. Ὁ γὰρ κακῶς παθὼν, καὶ μήτε ἀμυνόμενος μήτε ἀλγῶν, μωρὸς εἶναι δοκεῖ παρὰ τοῖς ἔξωθεν καὶ ἄτιμος καὶ ἀσθενής. Καὶ ἵνα μὴ φορτικώτερον τὸν λόγον ἐργάσηται, εἰς τὴν ἐκείνων πόλιν τὰ πάθη περιστήσας, τί φησι; Περικαθάρματα, οὐ τῆς πόλεως ὑμῶν, ἀλλὰ τοῦ κόσμου ἐγενήθημεν· καὶ πάλιν, Πάντων περίψημα· οὐχ ὑμῶν μόνον, ἀλλὰ πάντων. Ὥσπερ οὖν ὅταν περὶ τῆς τοῦ Χριστοῦ διαλέγηται κηδεμονίας, τὴν γῆν, τὸν οὐρανὸν, τὴν πᾶσαν κτίσιν ἀφεὶς, τὸν σταυρὸν ἐν μέσῳ τίθησιν· οὕτω καὶ ὅταν πρὸς ἑαυτὸν ἐπισπάσασθαι βουληθῇ, τὰ σημεῖα παραδραμὼν, 61.109 τὰ πάθη λέγει τὰ δι' αὐτούς. Οὕτω καὶ ἡμῖν ἔθος, ὅταν ἀδικώμεθα παρά τινων καὶ καταφρονώμεθα, ἅπερ ὑπὲρ αὐτῶν ἐπάθομεν, ταῦτα φέρειν εἰς μέσον. Πάντων περίψημα ἕως ἄρτι. Εὔτονον τὴν πληγὴν ἔδωκε πρὸς τῷ τέλει. Πάντων δὲ, οὐ τῶν διωκόντων, φησὶν, ἀλλὰ τῶν δι' οὓς ταῦτα πάσχομεν· τουτέστι, Χάριν ἔχω πολλὴν αὐτοῖς. Βαρυθυμοῦντος τὸ ῥῆμα, οὐκ ἀλγοῦντος αὐτοῦ, ἀλλ' ἐκείνους πλῆξαι βουλομένου. Ὁ γὰρ μυρία ἔχων ἐγκαλεῖν, καὶ ἀσπάζεται. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς κελεύει πράως ἡμᾶς φέρειν τὰς ὕβρεις, ἵνα καὶ αὐτοὶ φιλοσοφῶμεν, κἀκείνους μᾶλλον ἐντρέπωμεν. Οὐ γὰρ οὕτως ὑβρίζων, ὡς σιγῶν τις, τοῦτο ἐργάζεται. Εἶτ' ἐπειδὴ εἶδεν ἀφόρητον τὴν πληγὴν, ταχέως αὐτὴν ἐθεράπευσεν, εἰπών· Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Οὐχ ὡς καταισχύνων γὰρ ὑμᾶς, ταῦτα λέγω, φησίν. Ὅπερ ἐποίησε διὰ τῶν ῥημάτων, τοῦτό φησιν οὐ πεποιηκέναι· μᾶλλον δὲ πεποιηκέναι μέν φησιν, οὐ μὴν διανοίᾳ πονηρᾷ καὶ μισούσῃ· ἐπεὶ καὶ ἀρίστη αὕτη ἡ θεραπεία, εἰπόντα τὸν λόγον προσθεῖναι τὴν ἀπὸ τῆς διανοίας ἀπολογίαν. Μὴ εἰπεῖν μὲν γὰρ οὐκ ἐνῆν, ἐπεὶ ἔμειναν ἂν ἀδιόρθωτοι· εἰπόντα δὲ ἀφεῖναι πάλιν τὴν πληγὴν ἀνίατον, χαλεπόν· διόπερ μετὰ βαρύτητος ἀπολογεῖται. Τοῦτο γὰρ οὐ μόνον οὐκ ἐξαίρει τὴν τομὴν, ἀλλὰ καὶ ἐνδοτέρω ποιεῖ καταδῦναι, τῆς πληγῆς τὴν ἀλγηδόνα παραμυθούμενον ἅπασαν. Ὁ γὰρ ἀκούσας, ὅτι οὐκ ὀνειδίζων, ἀλλ' ἀγαπῶν ταῦτα λέγει, μᾶλλον καταδέχεται τὴν διόρθωσιν. Πολλὴ δὲ καὶ ἐνταῦθα ἡ βαρύτης καὶ ἡ ἐντροπή. Οὐ γὰρ εἶπεν, ὡς διδάσκαλος, οὐδὲ ὡς ἀπόστολος, οὐδὲ ὡς μαθητὰς ἔχων, ὅπερ τῆς ἀξίας ἦν, ἀλλ', Ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ· καὶ οὐχ ἁπλῶς τέκνα, ἀλλὰ ποθούμενα. Σύγγνωτέ μοι, φησί· καὶ εἴ τι φορτικὸν εἴρηται, ἐξ ἀγάπης ταῦτα γίνεται. Καὶ οὐκ εἶπεν, Ἐπιτιμῶ, ἀλλὰ, Νουθετῶ. Τίς δὲ οὐκ ἂν ἀνάσχοιτο πατρὸς ἀλγοῦντος, καὶ τὰ δέοντα συμβουλεύοντος; ∆ιὰ τοῦτο οὐ πρότερον εἶπε τοῦτο, ἀλλ' ὅτε τὴν πληγὴν ἔδωκε. Τί οὖν, ἀφειδοῦσιν ἡμῶν οἱ ἄλλοι διδάσκαλοι, φησίν; Οὐ τοῦτο λέγω, ἀλλ' οὐχ οὕτω φείδονται. Ἀλλὰ τοῦτο μὲν συντόμως οὐκ εἶπε, διὰ δὲ τῶν ἐπιτηδευμάτων