79
καὶ τῶν ὀνομάτων αὐτὸ ἐνέφηνε, τὸν παιδαγωγὸν καὶ τὸν πατέρα θείς. Ἐὰν γὰρ, φησὶ, πολλοὺς παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας. Οὐ τὸ ἀξίωμα ἐμφαίνει ἐνταῦθα, ἀλλὰ τῆς ἀγάπης τὴν ὑπερβολήν. Καὶ οὐδὲ ἐκείνους ἔπληξε, τὸ, Ἐν Χριστῷ, προσθεὶς, ἀλλὰ καὶ παρεμυθήσατο αὐτοὺς, οὐχὶ κόλακας, ἀλλὰ παιδαγωγοὺς εἰπὼν τοὺς σπουδάζοντας καὶ ἀνεχομένους τῶν πόνων· καὶ τὴν ἑαυτοῦ κηδεμονίαν ἀπεδείξατο. ∆ιὸ οὐκ εἶπεν, Ἀλλ' οὐ πολλοὺς διδασκάλους, ἀλλ', Οὐ πατέρας. Οὕτως οὐκ ἀξίωμα θεῖναι ἐβούλετο, οὐδὲ, ὅτι πλείονα παρ' αὐτοῦ ὠφέληντο, διδάξαι· ἀλλὰ συγχωρήσας ἐκείνοις τὰ πολλὰ περὶ αὐτοὺς πεπονηκέναι (τοιοῦτον γὰρ ὁ παιδαγωγὸς), τὴν τῆς ἀγάπης ὑπερβολὴν ἑαυτῷ ταμιεύεται. Τοιοῦτον γὰρ ὁ πατήρ. Καὶ οὐ λέγει μόνον, ὅτι Οὐδεὶς ὑμᾶς οὕτω φιλεῖ, ὅπερ ἀνεύθυνον ἦν, ἀλλὰ καὶ πρᾶγμα γεγονὸς εἰς μέσον ἄγει. Ποῖον δὴ τοῦτο; Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ἐν Χριστῷ Ἰησοῦ· οὐκ ἐμαυτῷ τοῦτο λογίζομαι, φησί. Πάλιν τοὺς ἑαυτοῖς ἐπιφημίζοντας τὴν διδασκαλίαν πλήττει. Ὑμεῖς γάρ ἐστε, φησὶν, ἡ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς· καὶ πάλιν, Ἐγὼ ἐφύτευσα· καὶ ἐνταῦθα, 61.110 Ἐγὼ ἐγέννησα. Οὐκ εἶπε, Κατήγγειλα τὸν λόγον, ἀλλ', Ἐγὼ ἐγέννησα, τοῖς τῆς φύσεως ὀνόμασι κεχρημένος. Ἓν γὰρ ἐσπούδαζε, τὴν ἀγάπην ἐπιδείξασθαι, ἣν περὶ αὐτοὺς εἶχεν. Ἐκεῖνοι μὲν γὰρ παρ' ἐμοῦ δεξάμενοι ἐνήγαγον ὑμᾶς· τὸ δὲ εἶναι πιστοὺς, δι' ἐμοῦ γέγονεν. Ἐπειδὴ γὰρ εἶπεν, Ὡς τέκνα, ἵνα μὴ κολακείας εἶναι νομίσῃς τὸ ῥῆμα, παρίστησι καὶ τὸ πρᾶγμα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Βαβαί! πόση τοῦ διδασκάλου ἡ παῤῥησία! πῶς ἀπηκριβωμένη ἡ εἰκὼν, ὅταν καὶ ἑτέρους ἐπὶ τοῦτο παρακαλῇ! Οὐκ ἐπαίρων δὲ ἑαυτὸν τοῦτο ποιεῖ, ἀλλὰ δεικνὺς εὔκολον οὖσαν τὴν ἀρετήν. γʹ. Μὴ γάρ μοι εἴπῃς, ὅτι Οὐ δύναμαί σε μιμήσασθαι· σὺ διδάσκαλος εἶ, καὶ μέγας. Οὐ γάρ ἐστι τοσοῦτον τὸ μέσον ἐμοῦ πρὸς ὑμᾶς, ὅσον τοῦ Χριστοῦ πρὸς ἐμέ· ἀλλ' ὅμως ἐμιμησάμην ἐκεῖνον ἐγώ. Ὅταν μὲν οὖν Ἐφεσίοις γράφῃ, οὐ τίθησι μέσον ἑαυτὸν, ἀλλ' εὐθὺς αὐτοὺς ἐκεῖ πάντας ἀπάγει, Γίνεσθε μιμηταὶ τοῦ Θεοῦ, λέγων· ἐνταῦθα δὲ, ἐπειδὴ πρὸς ἀσθενεῖς ἦν ὁ λόγος αὐτῷ, ἑαυτὸν παρενέβαλε. Καὶ ἄλλως δὲ δείκνυσιν, ὅτι ἔνι καὶ οὕτω τὸν Χριστὸν μιμήσασθαι. Ὁ γὰρ τὴν σφραγῖδα μιμησάμενος τὴν ἀπηκριβωμένην, τὸ ἀρχέτυπον ἐμιμήσατο. Ἴδωμεν οὖν πῶς αὐτὸς ἐμιμήσατο τὸν Χριστόν. Ἡ γὰρ μίμησις αὕτη οὐ χρόνων δεῖται καὶ τέχνης, ἀλλὰ προαιρέσεως μόνης. Εἰς ζωγράφου μὲν γὰρ εἰσελθόντες οὐ δυνησόμεθα μιμήσασθαι τὴν εἰκόνα, κἂν μυριάκις ἴδωμεν· τοῦτον δὲ καὶ ἐξ ἀκροάσεως μόνης ἔνι μιμήσασθαι. Οὐκοῦν βούλεσθε τὸν πίνακα εἰς μέσον ἀγαγόντες, ὑπογράψωμεν ἐφ' ὑμῶν τὴν πολιτείαν τοῦ Παύλου; Προκείσθω τοίνυν ὁ πίναξ πολὺ λαμπρότερος ὢν τῶν βασιλικῶν εἰκόνων. Τὸ γὰρ ὑποκείμενον, οὐ σανίδες κεκολλημέναι οὐδὲ σινδόνες ἐπικείμεναι, ἀλλ' ἔργον Θεοῦ τὸ ὑποκείμενον· ψυχὴ γάρ ἐστι καὶ σῶμα. Ψυχὴ Θεοῦ ἔργον, οὐκ ἀνθρώπων, καὶ σῶμα πάλιν ὁμοίως Ἐκροτήσατε ἐνταῦθα; Ἀλλ' οὐκ ἐνταῦθα τῶν κρότων ὁ καιρὸς, ἀλλ' ἐπὶ τῶν ἑξῆς καὶ τοῦ κροτῆσαι καὶ τοῦ ζηλῶσαι. Τέως γὰρ ἡ ὕλη ὑπόκειται κοινὴ πρὸς ἅπαντας οὖσα. Ψυχὴ γὰρ ψυχῆς οὐδὲν διαφέρει, καθὸ ψυχὴ, ἀλλ' ἡ προαίρεσις δείκνυσι τὴν διαφοράν. Ὥσπερ γὰρ σῶμα σώματος, καθό ἐστι σῶμα, οὐδὲν διενήνοχεν, ἀλλ' ὅμοιόν ἐστι καὶ τὸ τοῦ Παύλου καὶ τῶν πολλῶν, οἱ δὲ κίνδυνοι φαιδρότερον ἐργάζονται τοῦτο ἐκείνου· οὕτω δὴ καὶ ἐπὶ ψυχῆς. Ὑποκείσθω τοίνυν ὁ πίναξ ἡμῖν ἡ ψυχὴ Παύλου. Οὗτος ὁ πίναξ ἔκειτο πρώην ἠσβολωμένος, ἀραχνίων γέμων· οὐδὲν γὰρ βλασφημίας χεῖρον. Ἐπειδὴ δὲ ἦλθεν ὁ πάντα μετασκευάζων, καὶ εἶδεν οὐ παρὰ ῥᾳθυμίαν καὶ βλακείαν οὕτω διαγραφέντα, ἀλλὰ παρὰ ἀπειρίαν, καὶ τὸ μὴ ἔχειν τὰ ἄνθη τῆς εὐσεβείας (ζῆλον μὲν γὰρ εἶχε, τὰ δὲ χρώματα οὐ παρῆν· οὐ γὰρ κατ' ἐπίγνωσιν τὸν ζῆλον εἶχε)· δίδωσιν αὐτῷ τῆς ἀληθείας τὸ ἄνθος, τουτέστι, τὴν χάριν· καὶ ἀθρόον βασιλικὴν ἀπέδειξε τὴν εἰκόνα. Λαβὼν γὰρ τὰ χρώματα, καὶ μαθὼν ἅπερ ἠγνόει, οὐκ ἀνέμεινε χρόνον,