83
ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ Ι∆ʹ.
∆ιὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν
Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰη σοῦ. αʹ. Σκόπει μοι κἀνταῦθα τὴν γενναίαν ψυχὴν, τὴν πυρὸς θερμοτέραν καὶ γοργοτέραν. Ἐβούλετο μὲν γὰρ αὐτὸς παραγενέσθαι μάλιστα νοσοῦσιν οὕτω καὶ στασιάζουσι Κορινθίοις. Καὶ γὰρ ᾔδει σαφῶς ἡλίκα τε ὠφέλει τοὺς μαθητὰς ἡ παρουσία αὐτοῦ, καὶ ἡλίκα ἔβλαπτεν ἡ ἀπουσία. Καὶ τὸ μὲν ἐδήλωσεν ἐν τῇ πρὸς 61.114 Φιλιππησίους, εἰπών· Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ καὶ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· τὸ δὲ δείκνυσιν ἐν τῇ Ἐπιστολῇ ταύτῃ. λέγων· Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες, ἐλεύσομαι δέ. Ἠπείγετο μὲν οὖν καὶ ἐπεθύμει παραγενέσθαι αὐτός· ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἐνῆν, τῇ ἐπαγγελίᾳ τῆς παρουσίας αὐτοὺς διορθοῦται· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῇ τοῦ μαθητοῦ ἀποστολῇ. ∆ιὰ τοῦτο 61.115 γὰρ, φησὶν, ἔπεμψα ὑμῖν Τιμόθεον. ∆ιὰ τοῦτο· ποῖον; Ἐπειδὴ ὡς παίδων κήδομαι, καὶ ὡς γεγεννηκώς. Καὶ μετὰ τῆς συστάσεως τοῦ προσώπου, ἡ Ἐπιστολή· Ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ. Τοῦτο δὲ εἶπε, τήν τε αὐτοῦ ἀγάπην ἐμφαίνων, κἀκείνους παρασκευάζων αἰδεσίμως αὐτὸν ἰδεῖν. Καὶ οὐχ ἁπλῶς πιστὸν, ἀλλ' Ἐν Κυρίῳ, τουτέστιν, ἐν τοῖς κατὰ Κύριον πράγμασιν. Εἰ δὲ τὸ ἐν τοῖς βιωτικοῖς εἶναί τινα πιστὸν, ἐγκώμιον, πολλῷ μᾶλλον ἐν τοῖς πνευματικοῖς. Εἰ τοίνυν ἀγαπητὸν αὐτοῦ τέκνον, ἐννόησον πόση τοῦ Παύλου ἡ ἀγάπη, ὅτι εἵλετο αὐτοῦ χωρισθῆναι διὰ Κορινθίους. Εἰ δὲ καὶ πιστὸν, ἀλήπτως διακονήσει τοῖς πράγμασιν. Ὃς ὑμᾶς ἀναμνήσει. Οὐκ εἶπε, ∆ιδάξει, ἵνα μὴ δυσανασχετῶσιν, ὡς παρ' αὐτοῦ μανθάνοντες. ∆ιὰ τοῦτο καὶ πρὸς τῷ τέλει φησί· Τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, καθὼς καὶ ἐγώ· μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. Οὐδεὶς γὰρ ἦν ἐν ἀποστόλοις φθόνος, ἀλλὰ πρὸς ἓν ἑώρων, τῆς Ἐκκλησίας τὴν οἰκοδομήν· καὶ εἰ ἐλάττων ἦν ὁ ἐργαζόμενος, συνεκρότουν αὐτὸν μετὰ σπουδῆς ἁπάσης. ∆ιὰ τοῦτο οὐδὲ ἠρκέσθη τῷ εἰπεῖν, Ἀναμνήσει, ἀλλ' ἐπὶ πλέον ἄγει τὸν λόγον, ὑποτέμνεσθαι βουλόμενος αὐτῶν τὸν φθόνον (καὶ γὰρ ἦν νέος ὁ Τιμόθεος)· διὸ ἐπήγαγε· Τὰς ὁδούς μου. Οὐ τὰς αὐτοῦ, ἀλλὰ τὰς ἐμὰς, τουτέστι, τὰς οἰκονομίας, τοὺς κινδύνους, τὰ ἔθη, τοὺς νόμους, τοὺς θεσμοὺς, τοὺς κανόνας τοὺς ἀποστολικοὺς, τὰ ἄλλα πάντα. Ἐπειδὴ γὰρ εἶπε, Γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν, καὶ ταῦτα, φησὶ, πάντα ὑμᾶς ἀναμνήσει καὶ τοὺς νόμους τοὺς τοῦ Χριστοῦ, ὥστε τὰς αἱρέσεις ἀνελεῖν. Εἶτα ἀνωτέρω τὸν λόγον ἀναγαγὼν ἐπήγαγε· Τὰ ἐν Χριστῷ· πάντα, ὡς εἴωθεν, ἀνατιθεὶς τῷ ∆εσπότῃ, καὶ τὸ ἀξιόπιστον τῶν ἑξῆς ἐντεῦθεν κατασκευάζων· διὸ καὶ ἐπάγει· Καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω. Οὐδὲν πρὸς ὑμᾶς καινὸν εἶπον· ταῦτά μοι συνίσασι καὶ αἱ λοιπαὶ Ἐκκλησίαι πᾶσαι. Ὁδοὺς δὲ αὐτὰς ἐν Χριστῷ φησι, δεικνὺς ὅτι οὐδὲν ἔχουσιν ἀνθρώπινον, καὶ ὅτι μετὰ τῆς ἐκεῖθεν βοηθείας τὰ πάντα κατορθοῖ. Εἰπὼν δὲ ταῦτα καὶ θεραπεύσας ἐκείνους, καὶ μέλλων ἐμβάλλειν εἰς τὴν κατηγορίαν τοῦ πεπορνευκότος, πάλιν θυμοῦ γέμοντας λόγους ἀφίησιν, οὐκ αὐτὸς ταῦτα πάσχων, ἀλλ' ἐκείνους διορθούμενος· καὶ τὸν πεπορνευκότα ἀφεὶς, τοῖς ἄλλοις διαλέγεται, οὐκ ἀξιῶν ἐκεῖνον οὔτε τῶν παρ' αὐτοῦ λόγων· ὅπερ ἐπὶ τῶν οἰκετῶν τῶν σφόδρα προσκεκρουκότων ποιοῦμεν. Καὶ ἐπειδὴ εἶπεν, ὅτι Τιμόθεον πέμπω, ἵνα μὴ τούτῳ ῥᾳθυμότεροι γένωνται, ὅρα τί φησιν· Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες. Ἐνταῦθα γὰρ καὶ ἐκείνων καθάπτεται καὶ ἑτέρων τινῶν, κατασείων αὐτῶν τὸ φρόνημα. Φιλαρχίας γὰρ τὸ ἔγκλημα, τῇ ἐρημίᾳ τοῦ