101
χρημάτων μὲν ἀπεστερημένος, παῤῥησίαν δὲ κεκτημένος πρὸς τὸν Θεὸν, κτῆμα μυρίων θησαυρῶν τιμιώτερον. Ταῦτ' οὖν εἰδότες, φιλοσοφῶμεν ἐκ προαιρέσεως, καὶ μὴ πάσχωμεν τὰ τῶν ἀνοήτων, οἳ τότε νομίζουσι μὴ ἀδικεῖσθαι, ὅταν ἀπὸ δικαστηρίου τοῦτο πάθωσι. Τοὐναντίον δὲ ἅπαν ἐστὶν ἡ μεγίστη ζημία, καὶ ὅλως ὅταν μὴ ἑκόντες ταῦτα φιλοσοφῶμεν, ἀλλ' ἡττηθέντες ἐκεῖθεν. Οὐδὲν γὰρ κέρδος ἀπὸ δικαστηρίου ἡττηθέντα ἐνεγκεῖν· καὶ γὰρ τῆς ἀνάγκης τὸ πρᾶγμα γίνεται λοιπόν. Τίς οὖν ἡ λαμπρὰ νίκη; Ὅταν σὺ καταφρονήσῃς, ὅταν μὴ δικάσῃ. Τί φής; Ἀφῃρέθην ἅπαντα τὰ ὄντα, φησὶ, καὶ σιγᾷν κελεύεις; ἐπηρεάσθην, καὶ φέρειν πράως παραινεῖς; καὶ πῶς δυνήσομαι; Ῥᾷστα μὲν οὖν, ἂν εἰς τὸν οὐρανὸν ἀναβλέψῃς, ἂν ἴδῃς τὸ κάλλος τοῦτο, καὶ ποῦ σε ἐπηγγείλατο δέξασθαι ὁ Θεὸς φέροντα ἀδικίαν γενναίως. Τοῦτο τοίνυν ποίει, καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν, ἐννόησον ὅτι τῷ ἐκεῖ καθημένῳ ἐπὶ τῶν Χερουβὶμ γέγονας ὅμοιος. Καὶ γὰρ καὶ ἐκεῖνος ὑβρίσθη καὶ ἤνεγκε, καὶ ὠνειδίσθη καὶ οὐκ ἠμύνατο, καὶ ἐπτύσθη καὶ οὐκ ἐπεξῆλθεν· ἀλλὰ καὶ τοῖς ἐναντίοις ἠμείψατο εὐεργεσίαις μυρίαις τοὺς τὰ τοιαῦτα πεποιηκότας, καὶ ἡμᾶς μιμητὰς αὐτοῦ γενέσθαι ἐκέλευσεν. Ἐννόησον ὅτι γυμνὸς ἐξῆλθες ἐκ κοιλίας μητρός σου· γυμνὸς καὶ ἀπελεύσῃ καὶ σὺ κἀκεῖνος ὁ 61.138 ἠδικηκώς· μᾶλλον δὲ ἐκεῖνος μὲν μετὰ μυρίων τραυμάτων σκώληκα τικτόντων. Ἐννόησον ὅτι πρόσκαιρα τὰ παρόντα, λόγισαι τοὺς τάφους τῶν προγόνων, κατάμαθε τὰ γεγενημένα σαφῶς, καὶ ὄψει ὅτι ἰσχυρότερόν σε ἐποίησεν ὁ ἀδικήσας. Τὸ μὲν γὰρ αὐτοῦ πάθος χαλεπώτερον ἐποίησε, τὴν φιλαργυρίαν λέγω· τὸ δὲ σὸν ἀσθενέστερον, λαβὼν τὴν τροφὴν τοῦ θηρίου. Καὶ ἔτι πρὸς τούτοις ἀπήλλαξέ σε φροντίδων, ἀγωνίας, βασκανίας συκοφαντῶν, θορύβου, ταραχῆς, φόβου διηνεκοῦς· καὶ τὸν φορυτὸν τῶν κακῶν ἐπεσώρευσεν ἐπὶ τὴν ἑαυτοῦ κεφαλήν. Τί οὖν, ἐὰν λιμῷ παλαίσω, φησί; Μετὰ Παύλου τοῦτο πάσχεις τοῦ λέγοντος· Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν. Ἀλλ' ἐκεῖνος διὰ τὸν Θεὸν, φησί. Καὶ σὺ διὰ τὸν Θεόν· ὅταν γὰρ μὴ ἐπεξέλθῃς, διὰ τὸν Θεὸν τοῦτο ποιεῖς. Ἀλλ' ὁ ἠδικηκὼς μετὰ τῶν πλουτούντων τρυφᾷ. Μᾶλλον δὲ μετὰ τοῦ διαβόλου· ἀλλὰ σὺ μετὰ Παύλου στεφανοῦσαι. Μὴ τοίνυν δέδιθι λιμόν· Οὐ γὰρ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων. Καὶ ἕτερός φησι πάλιν· Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. Εἰ γὰρ τὰ στρουθία τοῦ ἀγροῦ διατρέφει, πῶς σὲ οὐ διαθρέψει; Μὴ γινώμεθα τοίνυν ὀλιγόπιστοι μηδὲ ὀλιγόψυχοι, ἀγαπητοί. Ὁ γὰρ βασιλείαν οὐρανῶν ἐπαγγειλάμενος καὶ τοσαῦτα ἀγαθὰ, τὰ παρόντα πῶς οὐ δώσει; Μὴ περιττῶν ἐπιθυμῶμεν, ἀλλ' αὐταρκείας ἐχώμεθα, καὶ ἀεὶ πλουτήσομεν· σκεπάσματα ζητῶμεν καὶ τροφὰς, καὶ πάντων ἐπιληψόμεθα καὶ τούτων καὶ τῶν πολλῷ μειζόνων. Εἰ δὲ ἀλγεῖς ἔτι καὶ κάτω κύπτεις, ἠβουλόμην σοι τοῦ ἠδικηκότος μετὰ τὴν νίκην δεῖξαι τὴν ψυχὴν, πῶς τέφρα γίνεται. Καὶ γὰρ ἡ ἁμαρτία τοιοῦτον· ἕως μὲν ἂν ἐργασθῇ, παρέχει τινὰ ἡδονήν· ὅταν δὲ τελεσθῇ, τότε ἡ μικρὰ ἡδονὴ ὑπεξίσταται, ἐπεισέρχεται δὲ ἀθυμία. Ταῦτα καὶ ὅταν ὑβρίζωμέν τινας πάσχομεν· ὕστερον γοῦν ἑαυτῶν κατηγοροῦμεν. Οὕτω καὶ ὅταν πλεονεκτήσωμεν, χαίρομεν· μετὰ δὲ ταῦτα κεντούμεθα ὑπὸ τοῦ συνειδότος. Ὁρᾷς παρὰ τῷ δεῖνι τὴν οἰκίαν τοῦ πένητος; ∆άκρυσον, μὴ τὸν ἀπεστερημένον, ἀλλὰ τὸν εἰληφότα· οὐ γὰρ ἔδωκεν, ἀλλ' ἔλαβε κακόν. Ἐκεῖνον μὲν γὰρ τῶν παρόντων ἀπεστέρησεν, ἑαυτὸν δὲ τῶν ἀφάτων ἀγαθῶν ἐξέβαλεν. Εἰ γὰρ ὁ μὴ δοὺς τοῖς δεομένοις, εἰς γέενναν ἄπεισιν, ὁ λαμβάνων τὰ τῶν δεομένων, τί πείσεται; Καὶ τί τὸ κέρδος, φησὶν, ὅταν ἐγὼ πάθω κακῶς; Μέγα μὲν οὖν τὸ κέρδος. Οὐ γὰρ τῇ τιμωρίᾳ τοῦ κακῶς πεποιηκότος ἵστησί σοι τὴν ἀντίδοσιν ὁ Θεός· ἐπεὶ οὐδὲν ἂν ἦν μέγα. Τί γὰρ ὄφελος, ὅταν ἐγὼ πάθω κακῶς, κἀκεῖνος πάσχῃ κακῶς; καίτοι γε πολλοὺς οἶδα μεγίστην παραμυθίαν ταύτην ἡγουμένους, καὶ τὸ πᾶν ἀπειληφέναι νομίζοντας, ὅταν τοὺς ἐπηρεάσαντας ἴδωσι κολαζομένους. Ἀλλ' ὅμως ὁ Θεὸς οὐκ ἐν τούτοις ἵστησι τὴν ἀμοιβήν. Ἀλλὰ βούλει μαθεῖν ὅσα τὰ ἀγαθά σε