109
ἐννόησον πόσα πείσεται κακά. Ταῦτα οὖν ἐννοήσας, αἰδέσθητι τὸν ἐνοικοῦντα· ὁ γὰρ Παράκλητός ἐστιν οὗτος· φρῖξον τὸν συμπεπλεγμένον σοι καὶ κεκολλημένον· ὁ γὰρ Χριστός ἐστι. Μὴ γὰρ σὺ μέλη Χριστοῦ ἑαυτὸν ἐποίησας; Ἐννόησον οὕτω, καὶ μένε σωφρονῶν, τίνος ἦν μέλη, καὶ τίνος γέγονε. Πόρνης ἦν μέλη πρὸ τούτου, καὶ ὁ Χριστὸς ἐποίησεν αὐτὰ μέλη τοῦ ἰδίου σώματος. Οὐκ ἄρα αὐτῶν ἐξουσίαν ἔχεις λοιπόν· ἐκείνῳ δούλευε τῷ ἐλευθερώσαντι. Οὐδὲ γὰρ, εἰ θυγατέρα ἔχων, ἐκ πολλῆς τῆς ἀνοίας ἐξεμίσθωσας αὐτὴν πορνοβοσκῷ, πορνεύεσθαι ἐποίησας, εἶτα βασιλέως υἱὸς παριὼν ἠλευθέρωσέ τε αὐτὴν τῆς δουλείας ἐκείνης καὶ συνῆψεν ἑαυτῷ, κύριος εἶ λοι 61.148 πὸν ἄγειν αὐτὴν ἐπὶ τὸ πορνεῖον· ἅπαξ γὰρ ἔδωκας καὶ ἐπώλησας. Τοιοῦτόν ἐστι καὶ τὸ ἡμέτερον· ἐξεμισθώσαμεν τὴν σάρκα τὴν ἑαυτῶν τῷ διαβόλῳ, τῷ χαλεπῷ πορνοβοσκῷ· ἰδὼν ὁ Χριστὸς, ἐῤῥύσατο αὐτὴν καὶ ἀπήλλαξε τῆς πονηρᾶς τυραννίδος ἐκείνης· οὐ τοίνυν ἐστὶν ἡμετέρα λοιπὸν, ἀλλὰ τοῦ ῥυσαμένου. Ἐὰν ἐθέλῃς ὡς νύμφῃ βασιλέως κεχρῆσθαι, οὐδεὶς ὁ κωλύων· ἐὰν δὲ ἐπὶ τὰ πρότερα ἀγάγῃς, πείσῃ τὰ αὐτὰ, ἃ τοὺς τοιαῦτα ὑβρίζοντας εἰκός. ∆ιὸ μᾶλλον αὐτὴν κατακοσμεῖν χρὴ, οὐχὶ καταισχύνειν. Οὐ γὰρ ἔχεις ἐξουσίαν τῆς σαρκὸς ἐν ταῖς πονηραῖς ἐπιθυμίαις, ἀλλ' ἐν οἷς ἂν ὁ Θεὸς ἐπιτάξῃ μόνοις. Ἐννόησον γοῦν ἡλίκης αὐτὴν ὕβρεως ἀπήλλαξεν ὁ Θεός· καὶ γὰρ πάσης πόρνης αἰσχρότερον προειστήκει ἡ φύσις ἡ ἡμετέρα πρὸ τούτου. Καὶ γὰρ λῃστεῖαι καὶ ἀνδροφονίαι, καὶ ἕκαστος παράνομος λογισμὸς πρὸς αὐτὴν εἰσιὼν, συγκατεκλίνετο τῇ ψυχῇ, καὶ μισθώματος ὀλίγου καὶ τοῦ τυχόντος, τῆς παρούσης ἡδονῆς. Ἡ γὰρ ψυχὴ φυρομένη μετὰ τῶν πονηρῶν ἐννοιῶν καὶ πράξεων, τοῦτον ἐκαρποῦτο μόνον τὸν μισθόν. γʹ. Ἀλλὰ τὸ μὲν πρὸ τούτου ταῦτα γίνεσθαι καίτοι δεινὸν ὃν, οὐχ οὕτω δεινὸν ἦν· τὸ δὲ μετὰ τὸν οὐρανὸν, μετὰ τὰ βασίλεια, μετὰ τὸ τῶν μυστηρίων ἀπολαῦσαι τῶν φρικτῶν πάλιν μολύνεσθαι, ποίαν ἕξει συγγνώμην; Ἦ οὐκ οἴει καὶ τοῖς πλεονέκταις καὶ πᾶσιν, οἷς ἔμπροσθεν ἀπηρίθμησεν, αὐτὸν τὸν διάβολον συγκατακλίνεσθαι; τὰς δὲ καλλωπιζομένας πρὸς ἀσέλγειαν γυναῖκας οὐχ ἡγῇ μετ' ἐκείνου μίγνυσθαι; καὶ τίς ἀντερεῖ τούτῳ τῷ λόγῳ; Εἰ δὲ ἔστι τις φιλονεικῶν, ἀποδυέτω τὴν ψυχὴν τῶν τὰ τοιαῦτα ἀσχημονουσῶν γυναικῶν, καὶ ὄψεται πάντως τὸν πονηρὸν δαίμονα ἐκεῖνον σφοδρῶς συμπεπλεγμένον αὐταῖς. ∆ύσκολον γὰρ, ἀγαπητοὶ, δύσκολον, τάχα δὲ καὶ ἀμήχανον, τοῦ σώματος καλλωπιζομένου οὕτω, καὶ τὴν ψυχὴν ὁμοῦ καλλωπίζεσθαι· ἀλλ' ἀνάγκη θάτερον ἀμελεῖσθαι, ἐπιμελουμένου θατέρου· οὐ γὰρ ἔχει φύσιν ὁμοῦ ταῦτα γίνεσθαι. ∆ιό φησιν· Ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν· ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. Πνεῦμα γὰρ γίνεται λοιπὸν ὁ τοιοῦτος, κἂν σῶμα περίκειται. Ὅταν γὰρ μηδὲν σωματικὸν μηδὲ παχὺ μηδὲ γήϊνον περὶ αὐτὸν ᾖ, ἁπλῶς τὸ σῶμα περίκειται· ὅταν ἡ πᾶσα ἀρχὴ τῆς ψυχῆς ᾖ καὶ τοῦ πνεύματος, οὕτω δοξάζεται ὁ Θεός. ∆ιὸ καὶ ἐν τῇ εὐχῇ κελευόμεθα λέγειν· Ἁγιασθήτω τὸ ὄνομά σου· καὶ ὁ Χριστός φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὕτω δοξάζουσιν αὐτὸν καὶ οἱ οὐρανοὶ, οὐ φωνὴν ἀφιέντες, ἀλλὰ διὰ τῆς ὄψεως θαυμαζόμενοι, καὶ τὴν δόξαν εἰς τὸν ∆ημιουργὸν ἀναφέροντες. Οὕτω δοξάσωμεν αὐτὸν καὶ ἡμεῖς, μᾶλλον δὲ καὶ πλέον ἐκείνων· δυνάμεθα γὰρ, ἂν ἐθέλωμεν. Οὐ γὰρ οὕτως οὐρανὸς καὶ ἡμέρα καὶ νὺξ, ὡς ἁγία ψυχὴ δοξάζει Θεόν. Ὥσπερ γὰρ εἰς τὸ κάλλος τοῦ οὐρανοῦ τις ἀφορῶν, λέγει· ∆όξα σοι, ὁ Θεὸς, οἷον ἔργον ἔκτισας· οὕτω δὴ καὶ εἰς ἀνδρὸς ἀρετὴν βλέπων, καὶ πολλῷ πλέον ἐνταῦθα. Ἀπ' ἐκείνων μὲν γὰρ τῶν κτισμάτων οὐ πάντες δοξάζουσιν, ἀλλὰ πολλοὶ καὶ αὐτόματα εἶναι λέγουσι τὰ ὄντα· ἄλλοι δὲ καὶ δαίμοσιν ἀνατιθέασι τοῦ κόσμου τὴν δημιουργίαν καὶ τὴν πρόνοιαν, οἳ καὶ σφόδρα ἀσύγγνωστα ἁμαρτάνουσιν· ἐπὶ δὲ ἀνθρώπου ἀρετῆς οὐδεὶς τοιαῦτα ἀναισχυντῆσαι δυνήσεται, ἀλλὰ πάντως δοξάσει τὸν Θεὸν, τὸν δουλεύοντα αὐτῷ μετὰ 61.149 ἀρετῆς ζῶντα ὁρῶν. Τίς γὰρ οὐκ