123
Πνεύματος ἐμνημόνευσεν· ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, οὐδὲ ἀλλαχοῦ μνησθῆναι ἔδει τοῦ Πνεύματος, οὐδὲ συντάττεσθαι αὐτῷ Πατρὶ καὶ Υἱῷ. Εἰ γὰρ ἀπέῤῥιπται Πατρὸς καὶ Υἱοῦ, πολλῷ μᾶλλον ἐπὶ τοῦ βαπτίσματος αὐτὸ συντάττεσθαι οὐκ ἔδει, 61.165 ἔνθα μάλιστα φαίνεται τὸ ἀξίωμα τῆς θεότητος, καὶ δωρεαὶ δίδονται Θεῷ προσήκουσαι μόνῳ παρέχειν. δʹ. Ἐγὼ μὲν οὖν τὴν αἰτίαν εἶπον, δι' ἢν ἐνταῦθα σεσίγηται· σὺ δὲ, εἰ μὴ τοῦτό ἐστιν, εἰπὲ διὰ τί ἐν τῷ βαπτίσματι συντάττεται. Ἀλλ' οὐκ ἂν ἔχοις ἑτέραν αἰτίαν εἰπεῖν, ἢ τὸ, ὁμότιμον αὐτὸ εἶναι. Ὅταν γοῦν μηδεμίαν ἔχῃ τοιαύτην ἀνάγκην, ὅρα πῶς αὐτὸ συντάττει οὕτω λέγων· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν· καὶ πάλιν, ∆ιαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεός. Ἀλλ' ἐπειδὴ νῦν πρὸς Ἕλληνας ὁ λόγος ἦν αὐτῷ καὶ τοὺς ἐξ Ἑλλήνων ἀσθενεστέρους, διὰ τοῦτο ταμιεύεται τέως· ὅπερ οὖν καὶ οἱ προφῆται ποιοῦσιν ἐπὶ τοῦ Υἱοῦ, οὐδαμοῦ σαφῶς αὐτοῦ μεμνημένοι διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων. Ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γνῶσις, φησί. Ποία αὕτη; ἡ περὶ τοῦ Θεοῦ, ἢ ἡ περὶ τῶν εἰδωλοθύτων; Ἢ γὰρ τοὺς Ἕλληνας αἰνίττεται ἐνταῦθα, τοὺς πολλοὺς λέγοντας θεοὺς καὶ κυρίους, καὶ οὐκ εἰδότας τὸν ὄντα Θεόν· ἢ τοὺς ἐξ Ἑλλήνων ἀσθενεστέρους ἔτι, τοὺς οὐδέπω σαφῶς εἰδότας, ὅτι οὐ χρὴ δεδοικέναι τὰ εἴδωλα, καὶ ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ. Τοῦτο δὲ εἰπὼν, ἠρέμα παρεμυθήσατο καὶ ἐπῆρε τούτους. Οὐδὲ γὰρ πάντα καθάπτεσθαι ἔδει, καὶ μάλιστα μέλλοντα πάλιν καθικνεῖσθαι αὐτῶν σφοδρότερον. Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλοθύτων ἐσθίουσι, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. Ἔτι τρέμουσι, φησὶ, τὰ εἴδωλα. Μὴ γάρ μοι τὴν παροῦσαν εἴπῃς κατάστασιν, καὶ ὅτι ἐκ προγόνων τὴν εὐσέβειαν ἐδέξω· ἀλλὰ παράπεμψον τὴν διάνοιαν εἰς ἐκείνους τοὺς χρόνους, καὶ ἐννόησον, ἄρτι τοῦ κηρύγματος καθισταμένου, καὶ τῆς ἀσεβείας ἔτι κρατούσης, καὶ βωμῶν καιομένων καὶ θυσιῶν καὶ σπονδῶν τελουμένων, καὶ τῶν πλειόνων Ἑλλήνων ὄντων, τοὺς ἐκ προγόνων διαδεξαμένους τὴν ἀσέβειαν, καὶ πατέρων καὶ πάππων καὶ ἐπιπάππων τοιούτων ὄντας ἐκγόνους, καὶ πολλὰ παρὰ τῶν δαιμόνων παθόντας κακὰ, ἀθρόον μεταστάντας, πῶς εἰκὸς ἦν διακεῖσθαι· πῶς δὲ δεδοικέναι καὶ τρέμειν τὰς τῶν δαιμόνων ἐπιβουλάς· δι' οὓς καὶ αἰνιττόμενος ἔλεγε· Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδωλοθύτου. Οὔτε γὰρ ἐκκαλύπτει αὐτοὺς σαφῶς, ἵνα μὴ πλήξῃ, οὔτε παρατρέχει καθόλου, ἀλλ' ἀορίστως αὐτῶν μέμνηται, λέγων· Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδωλοθύτου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσι· τουτέστι, μετὰ τῆς αὐτῆς διανοίας, μεθ' ἧς πρότερον· καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται· οὐδέπω δυναμένη καταφρονῆσαι οὐδὲ καθάπαξ αὐτῶν καταγελάσαι, ἀλλ' ἔτι διακρινομένη. Ὥσπερ ἂν εἴ τις τῷ νεκροῦ ἅπτεσθαι νομίζοι μολύνειν ἑαυτὸν κατὰ Ἰουδαϊκὴν συνήθειαν, εἶτα ἑτέρους ὁρῶν ἁπτομένους μετὰ καθαροῦ συνειδότος, μὴ ἁπτόμενος μετὰ τῆς αὐτῆς γνώμης, μολύνοιτο· οὕτω κἀκεῖνοι τότε ἔπασχον. Τινὲς γὰρ, φησὶ, τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι. Οὐχ ἁπλῶς τὸ, Ἕως ἄρτι, τέθεικεν, ἀλλ' ἵνα δείξῃ ὅτι οὐδὲν ἤνυσαν μὴ συγκαταβαίνοντες. 61.166 Οὐδὲ γὰρ οὕτως αὐτοὺς ἐνάγειν ἐχρῆν, ἀλλ' ἑτέρως πως λόγῳ πείθοντας καὶ διδασκαλίᾳ. Καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. Οὐδαμοῦ τέως περὶ τὴν φύσιν τοῦ πράγματος τὸν λόγον ἵστησιν, ἀλλ' ἄνω καὶ κάτω περὶ τὸ συνειδὸς τοῦ μεταλαμβάνοντος στρέφεται. ∆έδοικε γὰρ μή πως θέλων διορθῶσαι τὸν ἀσθενῆ, πλήξῃ τὸν ἰσχυρὸν, καὶ ἀσθενῆ καὶ τοῦτον ἐργάσηται. ∆ιόπερ οὐχ ἧττον τούτου φείδεται, ἢ ἐκείνου. Καὶ οὐκ ἀφίησιν αὐτὸ νομισθῆναί τι, ἀλλὰ πολὺν κατασκευάζει τὸν λόγον, ὥστε μὴ τοῦτο ὑποπτευθῆναι. Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν· οὔτε ἐὰν μὴ φάγωμεν, ὑστεροῦμεν. Ὁρᾷς πῶς πάλιν αὐτῶν καθεῖλε τὸ φρόνημα; Εἰπὼν γὰρ ὅτι οὐ μόνον ἐκεῖνοι, ἀλλὰ πάντες