124
γνῶσιν ἔχομεν, καὶ, ὅτι οὐδεὶς οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι, καὶ, ὅτι ἡ γνῶσις φυσιοῖ· εἶτα παραμυθησάμενος αὐτοὺς, καὶ εἰπὼν, ὅτι οὐκ ἐν πᾶσιν ἡ γνῶσις, καὶ ὅτι δι' ἀσθένειαν οὗτοι μολύνονται· ἵνα μὴ λέγωσιν ἐκεῖνοι, Καὶ τί πρὸς ἡμᾶς, εἰ μὴ ἐν πᾶσιν ἡ γνῶσις; διὰ τί γὰρ μὴ ἔχει γνῶσιν ὁ δεῖνα; διὰ τί ἀσθενής; ἵνα μὴ ταῦτα ἀνθυποφέρωσιν, οὐκ εὐθέως ἦλθεν ἐπὶ τὸ δεῖξαι σαφῶς, ὅτι διὰ τὴν ἐκείνου βλάβην ἀπέχεσθαι δεῖ· ἀλλὰ προακροβολισάμενος αὐτὸν μόνον πρῶτον, τὸ τούτου πλέον δείκνυσι. Ποῖον δὴ τοῦτο; Ὅτι εἰ καὶ μηδεὶς ἐβλάπτετο, μηδὲ ἡ τοῦ πλησίον προσῆν διαστροφὴ, οὐδὲ οὕτω δεῖ τοῦτο ποιεῖν· ματαιοπονεῖν γὰρ τοῦτό ἐστιν. Ὁ γὰρ ἀκούσας ὅτι βλάπτεται μὲν ἕτερος, αὐτὸς δὲ ἔχει τὸ κέρδος, οὐ σφόδρα ἀφίσταται, ἀλλὰ τότε μᾶλλον, ὅταν μάθῃ ὅτι οὐδὲν αὐτὸς ὠφελεῖται ἀπὸ τοῦ πράγματος. ∆ιὰ τοῦτο πρῶτον τοῦτο τίθησι λέγων· Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Εἶδες πῶς αὐτὸ ἐξευτελίζει, ὃ ἐδόκει ἀπὸ τελείας γνώσεως γίνεσθαι; Οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν· τουτέστιν, εὐδοκιμοῦμεν παρὰ τῷ Θεῷ, ὡς ἀγαθόν τι ποιήσαντες καὶ μέγα· οὔτε ἐὰν μὴ φάγωμεν, ὑστεροῦμεν· τουτέστιν, οὐκ ἔλαττόν τι ἔχομεν. Τέως μὲν οὖν αὐτὸ ἔδειξε περιττὸν καὶ οὐδέν· ὃ γὰρ μήτε γινόμενον ὠφελεῖ, μήτε μὴ γινόμενον βλάπτει, περιττὸν ἂν εἴη· προϊὼν δὲ καὶ τὴν βλάβην ἐκκαλύπτει πᾶσαν τοῦ πράγματος. Νῦν μέντοι τὴν εἰς τοὺς ἀδελφοὺς γινομένην λέγει· Βλέπετε γὰρ, φησὶ, μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσι τῶν ἀδελφῶν. Οὐκ εἶπεν, ὅτι Ἡ ἐξουσία ὑμῶν πρόσκομμα γίνεται, οὐδὲ ἀπεφήνατο, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ· ἀλλὰ πῶς· Βλέπετε· φοβῶν αὐτοὺς καὶ ἐντρέπων, καὶ ἐπὶ ἄρνησιν ἄγων τοῦ μὴ ποιεῖν. Καὶ οὐκ εἶπεν, Ἡ γνῶσις ὑμῶν αὕτη, ὅπερ ἦν ἐγκωμίου μᾶλλον· οὐδὲ, Ἡ τελειότης ὑμῶν αὕτη· ἀλλ', Ἡ ἐξουσία· ὅπερ προπετείας μᾶλλον καὶ αὐθαδείας καὶ ἀλαζονείας εἶναι ἐδόκει. Καὶ οὐκ εἶπε, Τοῖς ἀδελφοῖς, ἀλλὰ, Τοῖς ἀσθενοῦσι τῶν ἀδελφῶν· αὔξων τὴν κατηγορίαν, ὅτι οὐδὲ ἀσθενούντων φείδονται, καὶ ταῦτα ἀδελφῶν. Ἔστω γὰρ, οὐ διορθοῖς οὐδὲ ἐγείρεις· τί καὶ ὑποσκελίζεις καὶ προσπταίειν ποιεῖς, δέον χεῖρα ὀρέγειν; Ἀλλ' οὐ βούλει τοῦτο· οὐκοῦν μηδὲ καταβάλῃς. Εἰ μὲν γὰρ πονηρὸς ἦν, κολάσεως ἐδεῖτο· εἰ δὲ ἀσθενὴς, ἰατρείας. Νῦν δὲ οὐκ ἀσθενὴς μόνον, ἀλλὰ καὶ ἀδελφός. Ὅταν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν 61.167 εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; Εἰπὼν, Βλέπετε μὴ πρόσκομμα γένηται ἡ ἐξουσία ὑμῶν αὕτη, λέγει πῶς καὶ τίνι τρόπῳ γίνεται. Καὶ πανταχοῦ τὴν ἀσθένειαν τίθησιν, ἵνα μὴ δόξῃ τῆς τοῦ πράγματος φύσεως εἶναι ἡ βλάβη, καὶ φοβεροὶ φανῶσιν οἱ δαίμονες. Νῦν μὲν γὰρ ἐγγύς ἐστιν ἀποστῆναι τέλεον τῶν εἰδώλων, φησί· σὲ δὲ ὁρῶν ἐμφιλοχωροῦντα ἐκείνοις, ἀντὶ παραινέσεως τὸ πρᾶγμα δέχεται, καὶ ἐναπομένει καὶ αὐτός. Ὥστε οὐ τῆς ἀσθενείας μόνον ἐστὶ τῆς ἐκείνου, ἀλλὰ καὶ τῆς σῆς ἀκαιρίας ἡ ἐπιβουλή· σὺ γὰρ αὐτὸν ἀσθενέστερον ποιεῖς. Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ βρώσει, δι' ὃν Χριστὸς ἀπέθανε. ∆ύο γὰρ ἔχεις τὰ συγγνώμης σε ἀποστεροῦντα ἐπὶ τῇ βλάβῃ ταύτῃ, καὶ ὅτι ἀσθενὴς, καὶ ὅτι ἀδελφός· μᾶλλον δὲ καὶ τρίτον, καὶ πάντων φοβερώτερον. Ποῖον δὴ τοῦτο; Ὅτι Χριστὸς μὲν οὐδὲ ἀποθανεῖν παρῃτήσατο ὑπὲρ αὐτοῦ, σὺ δὲ αὐτῷ οὐδὲ συγκαταβαίνειν ἀνέχῃ. ∆ιὰ δὴ τούτων καὶ ἀναμιμνήσκει τὸν τέλειον, τίς ἦν καὶ αὐτὸς ἔμπροσθεν, καὶ ὅτι ὑπὲρ αὐτοῦ ἀπέθανε. Καὶ οὐκ εἶπεν, Ὑπὲρ οὗ καὶ ἀποθανεῖν σε ἔδει, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν, ὅτι καὶ Χριστὸς δι' αὐτὸν ἀπέθανεν. Εἶτα ὁ μὲν ∆εσπότης ὁ σὸς ἀποθανεῖν ὑπὲρ αὐτοῦ οὐ παρῃτήσατο, σὺ δὲ καὶ οὕτως οὐδένα αὐτοῦ ποιῇ λόγον, ὡς μηδὲ τραπέζης ἐναγοῦς ἀποσχέσθαι δι' αὐτόν· ἀλλ' ἐᾷς αὐτὸν ἀπόλλυσθαι μετὰ τὴν σωτηρίαν τὴν οὕτω γενομένην, καὶ τὸ δὴ χαλεπώτατον, διὰ βρῶμα; Οὐδὲ γὰρ εἶπεν, Ἐπὶ τῇ σῇ τελειότητι, οὐδὲ, Ἐπὶ τῇ σῇ γνώσει, ἀλλ', Ἐπὶ τῇ σῇ βρώσει. Ὥστε τέσσαρα τὰ ἐγκλήματα καὶ σφόδρα μέγιστα, ὅτι καὶ ἀδελφὸς, καὶ ἀσθενῶν, καὶ οὗ τοσοῦτον ὁ Χριστὸς ἐποιήσατο λόγον ὡς καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ,