140
κωλύον, κἂν τῶν πονηροτάτων ἔμπροσθεν ᾖ. Καὶ γὰρ πρὸς τοῦτο ἐπιτηδείως μᾶλλον ἔχομεν, ὅσον καὶ κατὰ φύσιν ἡμῖν ἐστιν ἡ ἀρετὴ, καὶ παρὰ φύσιν ἡ πονηρία, ὥσπερ οὖν τὸ νοσεῖν καὶ ὑγιαίνειν. Καὶ γὰρ ὀφθαλμοὺς ἡμῖν ἔδωκεν ὁ Θεὸς, οὐχ ἵνα ἀκολάστως βλέπωμεν, ἀλλ' ἵνα τὰ δημιουργήματα αὐτοῦ θαυμάζοντες, προσκυνῶμεν τὸν ποιήσαντα. Καὶ ὅτι αὕτη ἡ χρεία τῶν ὀφθαλμῶν, δῆλον ἐκ τῶν ὁρωμένων. Κάλλος μὲν γὰρ ἡλίου καὶ οὐρανοῦ ἐξ ἀπείρου βλέπομεν τοῦ διαστήματος· γυναικὸς δὲ εὐμορφίαν οὐκ ἄν τις ἐκ τοσούτου καταμάθοι. Ὁρᾷς, ὅτι πρὸς τοῦτο ἡμῖν μᾶλλον γεγένηται ὁ ὀφθαλμός; Πάλιν ἀκοὴν ἐποίησεν, οὐχ ἵνα βλάσφημα δεχώμεθα ῥήματα, ἀλλ' ἵνα σωτήρια δόγματα. ∆ιά τοι τοῦτο, ὅταν μὲν ἀπηχές τι δέξηται, καὶ ναρκᾷ ἡ ψυχὴ καὶ τὸ σῶμα δὲ αὐτό. Λαλιὰ γὰρ πολυόρκου ἀνορθώσει τρίχας, φησί. Κἂν ὠμὸν, κἂν ἀπηνές τι ἀκούσωμεν, πάλιν φρίττομεν· ἂν δὲ ἐμμελές τι καὶ φιλάνθρωπον, καὶ γαννύμεθα καὶ χαίρομεν. Καὶ τὸ στόμα δὲ ἡμῶν αἰσχρὰ φθεγγόμενον, αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι ποιεῖ· ἂν δὲ σεμνὰ, μετὰ ἀδείας προΐεται ταῦτα καὶ ἐλευθερίας ἁπάσης. Τοῖς δὲ κατὰ φύσιν οὐδεὶς ἂν αἰσχυνθείη, ἀλλὰ τοῖς παρὰ φύσιν. Καὶ χεῖρες μὲν, ὅταν ἁρπάζωσι, κρύπτονται καὶ ἀπολογίας ἐπιζητοῦσιν· εἰ δὲ ἐλεημοσύνην δοῖεν, καὶ ἐγκαλλωπίζονται. Ὥστε ἂν ἐθέλωμεν, πολλὴν ἔχομεν πάντοθεν πρὸς ἀρετὴν τὴν ῥοπήν. Εἰ δὲ τὴν ἡδονήν μοι λέγεις τὴν ἀπὸ τῆς κακίας, ἐννόησον ὅτι καὶ τοῦτο πλέον παρὰ τῆς ἀρετῆς καρπούμεθα. Καὶ γὰρ τὸ συνειδὸς ἔχειν ἀγαθὸν, καὶ τὸ παρὰ πάντων θαυμάζεσθαι, καὶ τὸ χρηστὰς ἀναμένειν ἐλπίδας, πάντων ἥδιον τῷ φύσιν ἡδονῆς ἐπεσκεμμένῳ· ὥσπερ οὖν τἀναντία πάντων ὀδυνηρότερα τῷ λύπης εἰδότι φύσιν, οἷον τὸ παρὰ πάντων ὀνειδίζεσθαι, τὸ κατηγορεῖσθαι οἴκοθεν, τὸ τρέμειν καὶ δεδοικέναι καὶ τὰ μέλλοντα καὶ τὰ παρόντα. εʹ. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ὑποθώμεθα τῷ λόγῳ ἔχοντά τινα γυναῖκα, τὸν τοῦ πλησίον διορύττειν γάμον, καὶ ἥδεσθαι τῇ πονηρᾷ ταύτῃ κλοπῇ τῆς ἐρωμένης ἀπολαύοντα· εἶτα ἀντιθῶμεν τούτῳ πάλιν ἕτερον τὸν τὴν αὑτοῦ στέργοντα· καὶ ἵνα πλείων καὶ σαφεστέρα ἡ νίκη γίνηται, οὗτος ὁ τῆς αὐτοῦ μόνης ἀπολαύων, ἐράτω μὲν καὶ ἐκείνης τῆς μοιχευομένης, κατεχέτω δὲ τοῦ ἔρωτος καὶ μηδὲν πραττέτω πονηρόν· καίτοι γε οὐδὲ καθαρὰ τοῦτο σωφροσύνη ἐστί· πλὴν ἀλλ' ἐκ περιουσίας, ἵνα μάθῃς πόση τῆς ἀρετῆς ἡ ἡδονὴ, διὰ τοῦτο οὕτω τὸ δρᾶμα ἐπλάσαμεν. Συνθέντες τοίνυν αὐτοὺς, οὕτως ἐρώμεθα ἀμφοτέρους, τίνος ἡδίων ὁ βίος· καὶ ἀκούσῃ τοῦ μὲν καὶ ἐγκαλλωπιζομένου καὶ σκιρτῶντος ἐπὶ τῇ νίκῃ τῇ κατὰ τῆς ἐπιθυμίας· τούτου δέ· μᾶλλον δὲ οὐδὲ ἀναμεῖναι δεῖ τὸ παρ' αὐτοῦ τι μαθεῖν· ὄψει γὰρ αὐτὸν, κἂν μυριάκις ἀρνῆται, δεσμωτῶν ἀθλιώτερον διακείμενον. Καὶ γὰρ ἅπαντας δέδοικε καὶ ὑποπτεύει, καὶ τὴν αὑτοῦ γυναῖκα καὶ τὸν τῆς μοιχευομένης ἄνδρα 61.187 καὶ τὴν μοιχευομένην αὐτὴν, καὶ οἰκείους καὶ φίλους καὶ συγγενεῖς, καὶ τοίχους καὶ σκιὰς καὶ ἑαυτὸν, καὶ, τὸ πάντων χαλεπώτερον, τὸ συνειδὸς ἔχει καταβοῶν, ὑλακτοῦν καθ' ἑκάστην ἡμέραν. Ἂν δὲ καὶ τὸ τοῦ Θεοῦ δικαστήριον ἐννοήσῃ, οὐδὲ στῆναι δυνήσεται. Καὶ ἡ μὲν ἡδονὴ βραχεῖα, ἡ δὲ ἀπὸ ταύτης ὀδύνη διηνεκής. Καὶ γὰρ καὶ ἐν ἑσπέρᾳ καὶ ἐν νυκτὶ, καὶ ἐν ἐρημίᾳ καὶ ἐν πόλει, καὶ πανταχοῦ ἕπεται ὁ κατήγορος, ξίφος δεικνὺς ἠκονημένον, καὶ τὰς ἀφορήτους κολάσεις, καὶ τῷ φόβῳ καταναλίσκων αὐτὸν καὶ δαπανῶν. Ὁ δὲ σώφρων ἐκεῖνος πάντων τούτων ἀπήλλακται, καὶ ἔστιν ἐν ἐλευθερίᾳ, καὶ μετὰ ἀδείας ὁρᾷ τὴν γυναῖκα τὴν ἑαυτοῦ, τὰ παιδία, τοὺς φίλους, καὶ ἐλευθέροις ἅπασιν ὀφθαλμοῖς ἀπαντᾷ. Εἰ δὲ ὁ ἐρῶν μὲν, κρατῶν δὲ, τοσαύτης ἀπολαύσεται ἡδονῆς, ὁ μηδὲ ἐρῶν, ἀλλὰ καθαρῶς σωφρονῶν, τίνος λιμένος, ποίας γαλήνης οὐχ ἡδίω καὶ ἡμερωτέραν κτήσεται ψυχήν; ∆ιά τοι τοῦτο τοὺς μοιχεύοντας μὲν ὀλίγους ἂν ἴδοις, σωφρονοῦντας δὲ πλείους. Εἰ δὲ τοῦτο ἥδιον, τοῦτο ἂν εἵλοντο οἱ πολλοί. Καὶ μή μοι λέγε τὸν ἀπὸ τῶν νόμων φόβον· οὐδὲ γὰρ οὗτός ἐστιν αὐτοὺς ὁ κατέχων, ἀλλ' ἡ τῆς ἀτοπίας ὑπερβολὴ, καὶ τὸ πλείονα εἶναι τὰ λυπηρὰ τῶν ἡδέων, καὶ ἡ τοῦ συνειδότος