147
Λέγε γὰρ σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Κἂν σκυθρωπάσῃς ὑπὲρ τούτων, καὶ τοῦτό σοι φάρμακον ἔσται μέγιστον· Εἶδον γὰρ, φησὶν, ὅτι ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς 61.195 ὁδοὺς αὐτοῦ. Κἂν κακόν τι παθὼν, γενναίως ἐνέγκῃς, τὸ πᾶν ἀπεδύσω. Τοῦτο γὰρ καὶ πρὸς τὸν πλούσιον ὁ Ἀβραὰμ ἔλεγεν, ὅτι Ἀπέλαβε Λάζαρος τὰ κακὰ αὐτοῦ, καὶ ἐνταῦθα παρακαλεῖται. Κἂν χήραν ἐλεήσῃς, πλύνεταί σου τὰ ἁμαρτήματα· Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Οὐδὲ γὰρ οὐλὴν τῶν τραυμάτων ἀφίησι φανῆναί τινα. εʹ. Ἀλλὰ κἂν εἰς ἐκεῖνο ἔλθωμεν τὸ βάθος τῶν κακῶν, εἰς ὃ κατέπεσεν ὁ τὰ πατρῷα κατεδηδοκὼς καὶ κεράτια ἐσθίων, καὶ μετανοήσωμεν, σωζόμεθα πάντως· κἂν μύρια τάλαντα ὀφείλωμεν, καὶ προσπέσωμεν καὶ μὴ μνησικακήσωμεν, πάντα ἡμῖν ἀφίεται· κἂν ἐκεῖσε ἀποπλανηθῶμεν, οὗ τὸ πρόβατον ἀπεβουκολήθη, κἀκεῖθεν ἡμᾶς ἀνακτᾶται· μόνον βουληθῶμεν, ἀγαπητοί· φιλάνθρωπος γὰρ ὁ Θεός. ∆ιὰ τοῦτο καὶ ἐπὶ τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος τῇ προσπτώσει ἠρκεῖτο, καὶ ἐπὶ τοῦ τὰ πατρῷα κατεδηδοκότος τῇ ἐπανόδῳ μόνῃ, καὶ ἐπὶ τοῦ προβάτου τῷ βουληθῆναι βασταχθῆναι. Ἐννοήσαντες τοίνυν τὸ μέγεθος αὐτοῦ τῆς φιλανθρωπίας, ἐνταῦθα αὐτὸν ποιήσωμεν ἵλεων ἡμῖν, καὶ προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα μὴ ἀπελθόντες ἐντεῦθεν ἀναπολόγητοι, τὴν ἐσχάτην ὑπομείνωμεν τιμωρίαν. Ἂν μὲν γὰρ κατὰ τὸν παρόντα βίον ἐπιδειξώμεθα σπουδὴν κἂν τὴν τυχοῦσαν, τὰ μέγιστα κερδανοῦμεν· ἂν δὲ μηδὲν ἐνταῦθα γενόμενοι βελτίους ἀπέλθωμεν, κἂν σφοδρότερον ἐκεῖ μετανοήσωμεν, οὐδὲν ἡμῖν ἔσται πλέον. Καὶ γὰρ ἔδει τῶν σκαμμάτων εἴσω μένοντα ἀγωνίσασθαι, οὐ μετὰ τὸ λυθῆναι τὸ θέατρον ἀποδύρεσθαι καὶ δακρύειν ἀνόνητα· ὅπερ ὁ πλούσιος ἐκεῖνος ἐποίει, θρηνῶν μὲν καὶ ὀλοφυρόμενος, εἰκῆ δὲ λοιπὸν καὶ μάτην, ἐπειδὴ τὸν καιρὸν, καθ' ὃν ταῦτα ἐχρῆν ποιεῖν, ὑπερεῖδεν. Οὐκ ἐκεῖνος δὲ μόνος, ἀλλὰ καὶ πολλοὶ ἕτεροι κατ' ἐκεῖνον νῦν εἰσι πλούσιοι, χρημάτων μὲν οὐ βουλόμενοι καταφρονεῖν, ψυχῆς δὲ ἀντὶ χρημάτων καταφρονοῦντες· οὓς ἔμοιγε θαυμάζειν ἔπεισιν, ὅταν ἴδω τῷ μὲν Θεῷ περὶ ἐλέου συνεχῶς ἐντυγχάνοντας, αὐτοὺς δὲ τὰ ἀνήκεστα ἑαυτοὺς διατιθέντας, καὶ ὥσπερ πολεμίας, οὕτω τῆς ἑαυτῶν ἀφειδοῦντας ψυχῆς. Μὴ δὴ παίζωμεν, ἀγαπητοὶ, μὴ παίζωμεν, μηδὲ παραλογιζώμεθα ἑαυτοὺς, τὸν μὲν Θεὸν ἀξιοῦντες ἡμᾶς ἐλεῆσαι, αὐτοὶ δὲ τοῦ ἐλέου τούτου καὶ χρήματα καὶ τρυφὴν καὶ πάντα ἁπλῶς προτιθέντες. Οὐδὲ γὰρ, εἴ τίς σοι δίκην προσῆγε, καὶ κατηγορῶν τοῦ δεῖνος ἔλεγεν, ὅτι μυρίους μέλλων ὑπομένειν θανάτους, καὶ κύριος ὢν λῦσαι τὰς ψήφους χρήμασιν ὀλίγοις, εἵλετο μᾶλλον ἀποθανεῖν, ἤ τι τῶν αὑτοῦ προέσθαι, ἐλέου τινὸς ἢ συγγνώμης ἔφης αὐτὸν ἄξιον εἶναι. Τοῦτο τοίνυν καὶ ἐπὶ σαυτοῦ λογίζου· καὶ γὰρ καὶ ἡμεῖς τοῦτο ποιοῦμεν, καὶ τῆς σωτηρίας ἡμῶν καταφρονοῦντες, τῶν χρημάτων φειδόμεθα· Πῶς οὖν τὸν Θεὸν ἀξιοῖς σου φείσασθαι, αὐτὸς σαυτοῦ οὕτως ἀφειδῶν, καὶ χρήματα προτιμῶν ψυχῆς; ∆ιὸ καὶ σφόδρα ἐκπέπληγμαι, πόση τοῖς χρήμασιν ἐγκέκρυπται γοητεία, μᾶλλον δὲ οὐ τοῖς χρήμασιν, ἀλλὰ ταῖς τῶν ἀπατωμένων ψυχαῖς. Εἰσὶ γὰρ, εἰσὶν οἱ καὶ σφόδρα τῆς μαγγανείας ταύτης καταγελῶντες. Τί γὰρ καὶ ἱκανὸν ἡμᾶς τῶν ἐν αὐτοῖς γοητεῦσαι; οὐχὶ ἄψυχός ἐστιν ἡ ὕλη, οὐχὶ ἐπίκηρος; οὐχὶ ἄπιστος αὐτῶν ἡ κτῆσις; οὐ φόβων γέμει καὶ κινδύνων; οὐ φόνων καὶ ἐπιβουλῆς; οὐκ ἔχθρας καὶ μίσους; οὐ ῥᾳθυμίας καὶ κακίας πολλῆς; οὐ γῆ ἐστιν 61.196 καὶ σποδός; τίς ἡ μανία, τίς ἡ νόσος! ἀλλὰ γὰρ οὐ κατηγορεῖν δεῖ μόνον τῶν νοσούντων τὰ τοιαῦτα, φησὶν, ἀλλὰ καὶ καταλύειν τὸν ἔρωτα. Καὶ πῶς ἑτέρως καταλύσομεν, ἀλλ' ἢ δεικνύντες φαῦλον ὄντα καὶ μυρίων κακῶν ἀνάμεστον; Ἀλλὰ τοῦτο οὐκ εὔκολον τὸν ἐρῶντα πεῖσαι περὶ τῶν παιδικῶν. Οὐκοῦν ἕτερον αὐτῷ κάλλος ἀντιστῆσαι δεῖ. Ἀλλὰ ἀσώματον οὐχ ὁρᾷ κάλλος, ἔτι νοσῶν· οὐκοῦν σωματικὸν ἐπιδείξωμεν, καὶ εἴπωμεν πρὸς αὐτόν·