151
ἀθέους ἐν τῷ κόσμῳ, ἀδελφοὺς ἑαυτοῦ κατεσκεύασε καὶ συγκληρονόμους. Ὑπὲρ τούτων καὶ τῶν τοιούτων ἁπάντων εὐχαριστοῦντες, οὕτω πρόσιμεν. Πῶς οὖν οὐκ ἐναντία ποιεῖτε, φησὶν, ὦ Κορίνθιοι, εὐλογοῦντες μὲν τὸν Θεὸν, ὅτι τῶν εἰδώλων ὑμᾶς ἀπήλλαξε, πάλιν δὲ ἐπὶ τὰς ἐκείνων τρέχοντες τραπέζας; Τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλο 61.200 γοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; Σφόδρα πιστῶς καὶ φοβερῶς εἴρηκεν. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν, ὅτι Τοῦτο τὸ ἐν τῷ ποτηρίῳ ὂν, ἐκεῖνό ἐστι τὸ ἀπὸ τῆς πλευρᾶς ῥεῦσαν, καὶ ἐκείνου μετέχομεν. Ποτήριον δὲ εὐλογίας ἐκάλεσεν, ἐπειδὴ αὐτὸ μετὰ χεῖρας ἔχοντες, οὕτως αὐτὸν ἀνυμνοῦμεν, θαυμάζοντες καὶ ἐκπληττόμενοι τῆς ἀφάτου δωρεᾶς, εὐλογοῦντες ὅτι καὶ αὐτὸ τοῦτο ἐξέχεεν, ἵνα μὴ μείνωμεν ἐν τῇ πλάνῃ· καὶ οὐ μόνον ἐξέχεεν, ἀλλὰ καὶ πᾶσιν ἡμῖν αὐτοῦ μετέδωκεν. Ὥστε εἰ αἵματος ἐπιθυμεῖς, φησὶ, μὴ τὸν τῶν εἰδώλων βωμὸν τῷ τῶν ἀλόγων φόνῳ, ἀλλὰ τὸ θυσιαστήριον τὸ ἐμὸν τῷ ἐμῷ φοίνισσε αἵματι. Τί τούτου φρικωδέστερον; τί δὲ φιλοστοργότερον; εἰπέ μοι. βʹ. Τοῦτο καὶ οἱ ἐρῶντες ποιοῦσιν. Ὅταν ἴδωσι τοὺς ἐρωμένους τῶν ἀλλοτρίων ἐπιθυμοῦντας καὶ τῶν οἰκείων καταφρονοῦντας, τὰ αὐτῶν διδόντες πείθουσιν ἀποστῆναι τῶν ἐκείνων. Ἀλλ' οἱ ἐρῶντες μὲν ἐν χρήμασι καὶ ἱματίοις καὶ κτήμασι ταύτην ἐπιδείκνυνται τὴν φιλοτιμίαν, ἐν αἵματι δὲ οὐδεὶς οὐδέποτε· ὁ δὲ Χριστὸς καὶ ἐν τούτῳ τὴν κηδεμονίαν ἐπεδείξατο καὶ τὴν θερμὴν περὶ ἡμᾶς ἀγάπην. Καὶ ἐν μὲν τῇ Παλαιᾷ ἐπειδὴ ἀτελέστερον διέκειντο, ὃ τοῖς εἰδώλοις προσέφερον αἷμα, τοῦτο αὐτὸς ὑπέμεινε καταδέξασθαι, ἵνα ἀποστήσῃ ἐκείνων, ὃ καὶ αὐτὸ πάλιν ἀφάτου φιλοστοργίας ἦν· ἐνταῦθα δὲ ἐπὶ τὸ πολλῷ φρικωδέστερον καὶ μεγαλοπρεπέστερον τὴν ἱερουργίαν μετεσκεύασε, καὶ τὴν θυσίαν αὐτὴν ἀμείψας, καὶ ἀντὶ τῆς τῶν ἀλόγων σφαγῆς ἑαυτὸν προσφέρειν κελεύσας. Ὁ ἄρτος, ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστι; ∆ιὰ τί μὴ εἶπε, Μετοχή; Ὅτι πλέον τι δηλῶσαι ἠβουλήθη, καὶ πολλὴν ἐνδείξασθαι τὴν συνάφειαν. Οὐ γὰρ τῷ μετέχειν μόνον καὶ μεταλαμβάνειν, ἀλλὰ καὶ τῷ ἑνοῦσθαι κοινωνοῦμεν. Καθάπερ γὰρ τὸ σῶμα ἐκεῖνο ἥνωται τῷ Χριστῷ, οὕτω καὶ ἡμεῖς αὐτῷ διὰ τοῦ ἄρτου τούτου ἑνούμεθα. ∆ιὰ τί δὲ προσέθηκεν, Ὃν κλῶμεν; τοῦτο γὰρ ἐπὶ μὲν τῆς εὐχαριστίας ἔστιν ἰδεῖν γινόμενον· ἐπὶ δὲ τοῦ σταυροῦ οὐκέτι, ἀλλὰ καὶ τοὐναντίον τούτῳ· Ὀστοῦν γὰρ αὐτοῦ, φησὶν, οὐ συντριβήσεται. Ἀλλ' ὅπερ οὐκ ἔπαθεν ἐπὶ τοῦ σταυροῦ, τοῦτο πάσχει ἐπὶ τῆς προσφορᾶς διὰ σὲ, καὶ ἀνέχεται διακλώμενος, ἵνα πάντας ἐμπλήσῃ. Εἶτα ἐπειδὴ εἶπε, Κοινωνία τοῦ σώματος, τὸ δὲ κοινωνοῦν ἕτερόν ἐστιν ἐκείνου, οὗ κοινωνεῖ, καὶ ταύτην τὴν δοκοῦσαν εἶναι μικρὰν διαφορὰν ἀνεῖλεν. Εἰπὼν γὰρ, Κοινωνία τοῦ σώματος, ἐζήτησε πάλιν ἐγγύτερόν τι εἰπεῖν· διὸ καὶ ἐπήγαγεν, Ὅτι εἷς ἄρτος, ἓν σῶμά ἐσμεν οἱ πολλοί. Τί γὰρ λέγω κοινωνίαν; φησίν· αὐτό ἐσμεν ἐκεῖνο τὸ σῶμα. Τί γάρ ἐστιν ὁ ἄρτος; Σῶμα Χριστοῦ. Τί δὲ γίνονται οἱ μεταλαμβάνοντες; Σῶμα Χριστοῦ· οὐχὶ σώματα πολλὰ, ἀλλὰ σῶμα ἕν. Καθάπερ γὰρ ὁ ἄρτος ἐκ πολλῶν συγκείμενος κόκκων ἥνωται, ὡς μηδαμοῦ φαίνεσθαι τοὺς κόκκους, ἀλλ' εἶναι μὲν αὐτοὺς, ἄδηλον δὲ αὐτῶν εἶναι τὴν διαφορὰν τῇ συναφείᾳ· οὕτω καὶ ἀλλήλοις καὶ τῷ Χριστῷ συναπτόμεθα. Οὐ γὰρ ἐξ ἑτέρου μὲν σώματος σὺ, ἐξ ἑτέρου δὲ ἐκεῖνος τρέφεται, ἀλλ' ἐκ τοῦ αὐτοῦ πάντες· διὸ καὶ ἐπήγαγεν· Οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Εἰ δὲ ἐκ τοῦ αὐτοῦ, καὶ τὸ αὐτὸ γινόμεθα πάντες, διὰ τί μὴ καὶ τὴν αὐτὴν ἀγάπην ἐπιδεικνύμεθα, καὶ γινόμεθα καὶ κατὰ τοῦτο ἕν; Καὶ γὰρ καὶ τὸ παλαιὸν ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων τοῦτο ἦν. Τοῦ γὰρ πλήθους 61.201 τῶν πιστευσάντων, φησὶν, ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Ἀλλ' οὐχὶ νῦν, ἀλλὰ τοὐναντίον ἅπαν· πολλοὶ καὶ ποικίλοι μεταξὺ πάντων οἱ πόλεμοι, καὶ θηρίων χαλεπώτερον πρὸς τὰ ἀλλήλων διακείμεθα μέλη. Καὶ ὁ μὲν Χριστὸς τοσοῦτόν σε διεστηκότα ἑαυτῷ ἥνωσε· σὺ δὲ οὐδὲ τῷ ἀδελφῷ ἀξιοῖς ἡνῶσθαι μετὰ ἀκριβείας τῆς προσηκούσης, ἀλλὰ ἀποσχίζεις σεαυτὸν, τοσαύτης καὶ ἀγάπης καὶ ζωῆς ἀπολαύσας παρὰ τοῦ