164
καὶ ὑφ' ἑτέρας κινεῖται δυνάμεως καὶ ἐπισκιάζεται· ὧν οὐδὲν οὐδὲ ἐννοῆσαι θέμις ἐπὶ τῆς οὐσίας ἐκείνης. Ἀλλ' οὐδὲ πάντα διὰ τοῦτο ἐκβαλοῦμεν, ἀλλὰ δρεψόμεθά τι καὶ χρήσιμον ἀπὸ τοῦ παραδείγματος, τὸν φωτισμὸν τὸν ἐκ τοῦ Θεοῦ γινόμενον ἡμῖν, τὴν ἐκ τοῦ σκότους ἀπαλλαγὴν ἐκ τούτου συνάγοντες. Καὶ τὰ μὲν πρὸς αἱρετικοὺς ταῦτα· δεῖ δὲ καὶ ὁλοκλήρῳ λοιπὸν ἐπεξελθεῖν τῷ χωρίῳ. Ἴσως γὰρ ἄν τις ἐνταῦθα καὶ διαπορήσειε, πρὸς ἑαυτὸν ζητῶν, ποῖον ἔγκλημα ἦν τὸ ἀνακαλύπτεσθαι τὰς γυναῖκας, ἢ καὶ καλύπτεσθαι τοὺς ἄνδρας; Ποῖον οὖν ἔγκλημα τοῦτο, ἐντεῦθεν ἤδη μάνθανε· Σύμβολα δέδοται ἀνδρὶ καὶ γυναικὶ πολλὰ μὲν καὶ ἕτερα, τῷ μὲν τῆς ἀρχῆς, τῇ δὲ τῆς ὑποταγῆς· μετὰ δὲ ἐκείνων καὶ τοῦτο, τὸ ταύτην μὲν καλύπτεσθαι, τοῦτον δὲ γυμνὴν ἔχειν τὴν κεφαλήν. Εἰ τοίνυν σύμβολα ταῦτά ἐστιν, ἀμφότεροι ἁμαρτάνουσι τὴν εὐταξίαν συγχέοντες, καὶ τὴν τοῦ Θεοῦ διαταγὴν, καὶ τοὺς οἰκείους ὑπερβαίνοντες ὅρους, καὶ ὁ μὲν εἰς τὴν ἐκείνης καταπίπτων εὐτέλειαν, ἡ δὲ ἐπανισταμένη τῷ ἀνδρὶ διὰ τοῦ σχήματος. Εἰ γὰρ ἱμάτιον ἐναλλάττειν οὐ θέμις, οὐδὲ ταύτην μὲν χλανίδα περικεῖσθαι, ἐκεῖνον δὲ φάρος ἢ καλύπτραν· Οὐκ ἔσται γὰρ, φησὶ, σκεύη ἀνδρὸς ἐπὶ γυναικὶ, οὐδὲ ἐνδύσεται ἀνὴρ στολὴν γυναικείαν· πολλῷ μᾶλλον ταῦτα ἀνταλλάττεσθαι οὐ δεῖ. Ταῦτα μὲν γὰρ παρὰ τῶν ἀνθρώπων νενομοθέτηται, εἰ καὶ ὁ Θεὸς ὕστερον αὐτὰ ἐκύρωσεν· ἐκεῖνο δὲ παρὰ τῆς φύσεως, τὸ καλύπτεσθαι λέγω, καὶ τὸ μὴ καλύπτεσθαι. Ὅταν δὲ εἴπω τὴν φύσιν, τὸν Θεὸν λέγω· ὁ γὰρ τὴν φύσιν δημιουργήσας, αὐτός ἐστιν. Ὅταν οὖν τοὺς ὅρους ἀνατρέπῃς τούτους, ὅρα πόσα γίνεται τὰ ἐπιβλαβῆ. Καὶ μή μοι τοῦτο εἴπῃς, ὅτι μικρὸν τὸ ἁμαρτανόμενον· μέγα μὲν γάρ ἐστι, καὶ καθ' ἑαυτό· παρακοὴ γάρ ἐστιν· Εἰ δὲ καὶ μικρὸν ἦν, μέγα ἐγίνετο, ἐπειδὴ μεγάλων ἐστὶ σύμβολον πραγμάτων. Ὅτι δὲ καὶ μέγα ἐστὶ, δῆλον ἐξ ὧν τοσαύτην εὐταξίαν τῷ γένει παρέχει, τὸν ἄρχοντα καὶ τὸν ἀρχόμενον ἐν κόσμῳ διατάττον. Ὥστε ὁ παραβαίνων, πάντα συγχεῖ, καὶ τὰ τοῦ Θεοῦ προδίδωσι δῶρα, καὶ τὴν ἄνωθεν αὐτῷ δοθεῖσαν τιμὴν χαμαὶ ῥίπτει, οὐχ ὁ ἀνὴρ δὲ μόνον, ἀλλὰ καὶ ἡ γυνή. Καὶ γὰρ καὶ ἐκείνῃ τιμὴ μεγίστη τὸ τὴν οἰκείαν τάξιν διατηρεῖν, ὥσπερ οὖν καὶ αἰσχύνη τὸ στασιάζειν. ∆ιόπερ ἐπ' ἀμφοτέρων αὐτὸ τέθεικεν. οὕτω λέγων· Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὑτοῦ· πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὑτῆς. Ἦσαν γὰρ, ὅπερ 61.217 ἔφην, καὶ ἄνδρες καὶ γυναῖκες προφητεύοντες, καὶ γυναῖκες τὸ χάρισμα τοῦτο ἔχουσαι τότε, ὡς αἱ τοῦ Φιλίππου θυγατέρες, ὡς ἕτεραι πρὸ ἐκείνων καὶ μετ' ἐκείνας· περὶ ὧν καὶ ὁ προφήτης ἔλεγεν ἄνωθεν· ὅτι, Προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ὁράσεις ὄψονται. Τὸν μὲν οὖν ἄνδρα οὐκ ἀεὶ ἀναγκάζει ἀκατακάλυπτον εἶναι, ἀλλ' ὅταν εὔχηται μόνον· Πᾶς γὰρ ἀνὴρ, φησὶ, προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὑτοῦ· τὴν δὲ γυναῖκα διαπαντὸς κατακαλύπτεσθαι κελεύει. ∆ιὸ καὶ εἰπὼν, Πᾶσα γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὑτῆς· οὐκ ἔστη μέχρι τούτου μόνον, ἀλλὰ καὶ ἐπεξῆλθεν εἰπών· Ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. Εἰ δὲ ἀεὶ ἐξυρῆσθαι αἰσχρὸν, εὔδηλον ὅτι καὶ ἀκατακάλυπτον εἶναι ἀεὶ ὄνειδος. δʹ. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη μόνον, ἀλλὰ καὶ πάλιν προσέθηκεν εἰπὼν, ὅτι Ὀφείλει ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς ἡ γυνὴ διὰ τοὺς ἀγγέλους. ∆είκνυσιν ὅτι οὐκ ἐν τῷ καιρῷ τῆς εὐχῆς μόνον, ἀλλὰ καὶ διηνεκῶς ἐγκεκαλύφθαι δεῖ. Ἐπὶ δὲ τοῦ ἀνδρὸς οὐκέτι τὸν τοῦ καλύμματος, ἀλλὰ τὸν τῆς κόμης οὕτω γυμνάζει λόγον· καλύπτεσθαι μὲν γὰρ τότε μόνον κωλύει, ὅταν εὔχηται, κομᾷν δὲ ἀεὶ ἀποτρέπει. ∆ιὰ τοῦτο ὥσπερ ἐπὶ τῆς γυναικὸς εἶπεν, Εἰ δὲ οὐ κατακαλύπτεται, καὶ κειράσθω· οὕτω καὶ ἐπὶ τοῦ ἀνδρὸς, ὅτι Ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν. Οὐκ εἶπεν, Ἐὰν καλύπτηται, ἀλλ' Ἐὰν κομᾷ. ∆ιὸ καὶ ἀρχόμενος ἔλεγε· Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων, κατὰ κεφαλῆς ἔχων. Οὐκ εἶπε, Κεκαλυμμένος,