170
παλαίστραν ἔχειν φιλοσοφίας ἐπὶ τῆς οἰκίας· Ἔσομαι γὰρ τοῖς λοιποῖς πραότερος, φησὶν, ἐν ταύτῃ καθ' ἑκάστην παιδευόμενος τὴν ἡμέραν. Ἐβοήσατε μεγάλα; Ἀλλ' ἐγὼ νῦν ὀδύρομαι μέγα, ὅταν Ἕλληνες ἡμῶν ὦσι φιλοσοφώτεροι, ἡμῶν τῶν κελευσθέντων ἀγγέλους μιμεῖσθαι, μᾶλλον δὲ τῶν κελευσθέντων αὐτὸν τὸν Θεὸν ζηλοῦν κατὰ τὸν τῆς ἐπιεικείας λόγον. Ὁ μὲν οὖν φιλόσοφος λέγεται διὰ τοῦτο πονηρὰν ἔχων γυναῖκα μὴ ἐκβαλεῖν· τινὲς δὲ καὶ διὰ τοῦτο ἀγαγέσθαι αὐτὸν αὐτὴν λέγουσιν. Ἐγὼ δὲ, ἐπειδὴ πολλοὶ τῶν ἀνθρώπων ἀλογώτερόν εἰσι διακείμενοι, παραινῶ μὲν ἐξαρχῆς πάντα ποιεῖν καὶ σπουδάζειν ὅπως εὐάρμοστον λάβοιεν σύνοικον καὶ πάσης γέμουσαν ἀρετῆς· εἰ δὲ συμβαίη διαμαρτεῖν, καὶ μὴ χρηστὴν μηδὲ ἀνεκτὴν νύμφην εἰσαγαγεῖν εἰς τὴν οἰκίαν, τότε γοῦν τὸν φιλόσοφον τοῦτον ζηλοῦν, καὶ ῥυθμίζειν αὐτὴν πάντοτε, καὶ μηδὲν τούτων προτιθέναι. Ἐπεὶ καὶ ἔμπορος, πρὶν ἢ πρὸς τὸν κοινωνὸν συνθήκας θέσθαι τὰς δυναμένας εἰρήνην πρυτανεύειν, οὐ πρότερον καθέλξει τὸ πλοῖον εἰς τὸ πέλαγος, οὐδὲ τῆς ἄλλης ἅψεται ἐμπορίας. Καὶ ἡμεῖς τοίνυν πάντα πράττωμεν, ὥστε τὴν κοινωνὸν τῆς τοῦ βίου πραγματείας ἡμῖν καὶ τοῦ πλοίου τούτου μετὰ πάσης ἔνδον κατέχειν τῆς εἰρήνης. Οὕτω γὰρ καὶ τὰ ἄλλα πάντα ἡμῖν ἔσται γαληνὰ, καὶ μετὰ ἀδείας τὸ πέλαγος τοῦ παρόντος διαδραμοῦμεν βίου. Τοῦτο καὶ πρὸ οἰκίας καὶ ἀνδραπόδων καὶ χρημάτων καὶ ἀγρῶν καὶ αὐτῶν τῶν πολιτικῶν πραγμάτων ἄγωμεν· καὶ πάντων ἡμῖν προτιμότερον ἔστω τὸ τὴν μεθ' ἡμῶν ἐπὶ τῶν οἴκων καθημένην μὴ στασιάζειν μηδὲ διχοστατεῖν πρὸς ἡμᾶς. Οὕτω γὰρ καὶ τὰ ἄλλα ἡμῖν κατὰ ῥοῦν ἥξει, καὶ ἐν τοῖς πνευματικοῖς δὲ πολλὴν ἕξομεν τὴν εὐκολίαν, μετὰ ὁμονοίας τὸν ζυγὸν τοῦτον ἕλκοντες· καὶ πάντα κατορθώσαντες, τῶν ἀποκειμένων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΚΖʹ. Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον
συνέρχεσθε. αʹ. Ἀναγκαῖον καὶ τοῦ παρόντος ἐγκλήματος πρότερον τὴν αἰτίαν εἰπεῖν· οὕτω γὰρ ἡμῖν εὐμαθέστερος πάλιν ἔσται ὁ λόγος. Τίς οὖν ἐστιν αὕτη; Καθάπερ ἐπὶ τῶν τρισχιλίων τῶν ἐξ ἀρχῆς πιστευσάντων κοινῇ πάντες εἱστιῶντο, καὶ κοινὰ πάντα ἐκέκτηντο· οὕτω καὶ τότε ὅτε ταῦτα ἔγραψεν ὁ Ἀπόστολος ἐγίνετο, οὐχ οὕτω μὲν μετὰ ἀκριβείας, ὥσπερ δέ τις ἀπόῤῥοια τῆς κοινωνίας ἐκείνης ἐναπομείνασα, καὶ εἰς τοὺς μετὰ ταῦτα κατέβη. Καὶ ἐπειδὴ συνέβαινε τοὺς μὲν πένητας εἶναι, τοὺς δὲ πλουσίους, τὰ μὲν ἑαυτῶν οὐ κατετίθεντο πάντα εἰς μέσον, κοινὰς δὲ ἐποιοῦντο τὰς τραπέζας ἐν ἡμέραις νενομισμέναις, ὡς εἰκὸς, καὶ τῆς συνάξεως ἀπαρτισθείσης μετὰ τὴν τῶν μυ 61.224 στηρίων κοινωνίαν ἐπὶ κοινὴν πάντες ᾔεσαν εὐωχίαν, τῶν μὲν πλουτούντων φερόντων τὰ ἐδέσματα, τῶν δὲ πενομένων καὶ οὐδὲν ἐχόντων ὑπ' αὐτῶν καλουμένων, καὶ κοινῇ πάντων ἑστιωμένων. Ἀλλ' ὕστερον καὶ τοῦτο διεφθάρη τὸ ἔθος. Τὸ δὲ αἴτιον ἐκ τοῦ διεσπάσθαι καὶ προσνέμειν ἑαυτοὺς, τοὺς μὲν τούτοις, τοὺς δὲ ἐκείνοις, καὶ λέγειν· Ἐγὼ μέν εἰμι τοῦ δεῖνος, ἐγὼ δὲ τοῦ δεῖνος· ὅπερ καὶ ἐν ἀρχῇ τῆς Ἐπιστολῆς διορθούμενος ἔλεγεν· Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσι. Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει, Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ. Οὐκ ἐπειδὴ Παύλῳ προσένεμον ἑαυτούς· οὐδὲ γὰρ ἂν ἠνέσχετο· ἀλλ' ἐκ περιουσίας πρόῤῥιζον τὸ ἔθος ἀνασπάσαι βουλόμενος, 61.225 ἑαυτὸν παρενέθηκε, δεικνὺς ὅτι εἰ καὶ αὐτόν τις ἐπεγράφετο τοῦ κοινοῦ σώματος ἀποῤῥηγνύμενος, καὶ οὕτως ἄτοπον τὸ γινόμενον ἦν καὶ παρανομίας