1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

209

ἐπιζητεῖ, τὴν τὸ συμφέρον τῶν ἀγαπωμένων σκοποῦσαν, καὶ ὄψει ὅτι πατέρων οὗτοι φιλοστοργότεροι. Καὶ ὥσπερ οἱ χρήματα φιλοῦντες οὐκ ἂν ἕλοιντο δαπανῆσαι χρήματα, ἀλλ' ἥδιον ἂν ἐν στενοχωρίᾳ γενέσθαι, ἢ ἐκεῖνα ἰδεῖν ἐλαττούμενα· οὕτω καὶ ὁ πρός τινα ἡδέως ἔχων, μυρία ἂν ἕλοιτο παθεῖν, ἢ τὸν ἀγαπώμενον καταβλαπτόμενον ἰδεῖν. Πῶς οὖν, φησὶ, τὸν Ἰωσὴφ ἡ Αἰγυπτία φιλοῦσα, καθ- υβρίσαι ἠθέλησεν; Ὅτι ταύτην ἐφίλει τὴν ἀγάπην τὴν διαβολικήν. Ὁ μέντοι Ἰωσὴφ οὐ ταύτην, ἀλλ' ἣν ὁ Παῦλος ζητεῖ. Ἐννόησον οὖν ὅσης ἀγάπης αὐτοῦ τὰ ῥήματα ἦν, καὶ τὰ πράγματα ἃ ἐκείνη ἔλεγε· Καθύβρισόν με καὶ ποίησον μοιχαλίδα, καὶ τὸν ἄνδρα ἀδίκησον, καὶ τὴν οἰκίαν ἀνάτρεψον ἅπασαν, καὶ σαυτὸν τῆς πρὸς τὸν Θεὸν ἔκβαλε παῤῥησίας· ἅπερ οὐ μόνον ἐκεῖνον, ἀλλ' οὐδὲ ἑαυτὴν φιλούσης ἦν. Οὗτος δὲ ἐπειδὴ γνησίως ἐφίλει, τούτων πάντων ἀπῆγε. Καὶ ἵνα μάθῃς ὅτι αὐτῆς ἐκήδετο, ἐκ τῆς παραινέσεως αὐτὸ κατάμαθε. Οὐ γὰρ ἀπώσατο μό- νον αὐτὴν, ἀλλὰ καὶ παραίνεσιν εἰσήγαγε πᾶσαν δυ- ναμένην σβέσαι πυράν. Εἰ γὰρ ὁ κύριός μου, φη- σὶν, οὐ γινώσκει δι' ἐμὲ οὐδὲν τῶν ἐν τῷ οἴκῳ αὐτοῦ. Εὐθέως αὐτὴν ἀνέμνησε τοῦ ἀνδρὸς, ἵνα ἐν- τρέψῃ. Καὶ οὐκ εἶπεν, Ὁ ἀνήρ σου, ἀλλ' Ὁ κύριός μου, ὃ μᾶλλον ἱκανὸν ἦν αὐτὴν κατασχεῖν, καὶ πεῖ- σαι ἐννοῆσαι τίς οὖσα τίνος ἐρᾷ, ὅτι δέσποινα οὖσα, δούλου. Εἰ γὰρ ἐκεῖνος κύριος, καὶ σὺ κυρία. Αἰ- σχύνθητι τοίνυν τὴν πρὸς τὸν δοῦλον ὁμιλίαν, καὶ 61.274 ἐννόησον τίνος οὖσα γυνὴ, τίνι βούλει συμπλακῆναι, καὶ περὶ τίνα ἀχάριστος γίνῃ καὶ ἀγνώμων, καὶ ὅτι ἐγὼ πλείονα αὐτῷ ἀπονέμω εὔνοιαν. Καὶ ὅρα πῶς ἐπαίρει αὐτοῦ τὰς εὐεργεσίας. Ἐπειδὴ γὰρ οὐδὲν τῶν ὑψηλῶν ἐννοῆσαι ἠδύνατο ἡ βάρβαρος ἐκείνη καὶ ἀκόλαστος, ἀπὸ τῶν ἀνθρωπίνων αὐτὴν ἐντρέπει λέ- γων· Οὐ γινώσκει δι' ἐμὲ οὐδέν· τουτέστιν, Εὐερ- γετεῖ με μεγάλα, καὶ οὐ δύναμαι τὸν προστάτην ἐν τοῖς κυρίοις πλῆξαι. Ἐμὲ δεύτερον ἐποίησε δεσπότην τῆς οἰκίας, καὶ, Οὐδεὶς ὑπεξῄρηταί μου, πλὴν σοῦ. Ἐνταῦθα ἐπαίρει αὐτῆς τὸ φρόνημα, ἵνα κἂν οὕτως αἰσχυνθῆναι παρασκευάσῃ, καὶ δείξῃ μεγάλην οὖσαν τὴν τιμήν. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπήγαγεν ὄνομα ἱκανὸν αὐτὴν κατασχεῖν, λέγων· ∆ιὰ τό σε γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο; Ἀλλὰ τί λέγεις; ὅτι οὐ πάρεστιν ὁ ἀνὴρ, οὐδὲ οἶδεν ὅτι ἀδικεῖται; Ἀλλ' ὁ Θεὸς ἐπόψεται. Ἀλλ' οὐκ ἐκέρδανεν οὐδὲν ἀπὸ τῆς συμβουλῆς ἐκείνη, ἀλλ' ἐπεσπάσατο αὐτόν. Τὴν γὰρ οἰκείαν μανίαν πληρῶσαι βουλομένη, οὐ φιλοῦσα τὸν Ἰωσὴφ, ταῦτα ἔπραττε· καὶ δῆλον ἐξ ὧν μετὰ ταῦτα ἐποίησε. Καὶ γὰρ δικαστήριον καθίζει, καὶ κατηγο- ρίαν εἰσάγει, καὶ τὰ ψευδῆ καταμαρτυρεῖ, καὶ ἐκδί- δωσι θηρίῳ τὸν οὐδὲν ἠδικηκότα, καὶ εἰς δεσμωτή- ριον ἐμβάλλει· μᾶλλον δὲ, τό γε αὐτῆς μέρος, καὶ ἀν- εῖλεν· οὕτω τὸν δικαστὴν καθώπλισε. Τί οὖν; ἆρα καὶ Ἰωσὴφ τοιοῦτος; Τοὐναντίον μὲν οὖν ἅπαν· οὔτε γὰρ ἀντεῖπεν, οὔτε κατηγόρησε τῆς γυναικός. Ἠπι- στήθη γὰρ ἂν, φησί. Καὶ μὴν σφόδρα ἐφιλεῖτο, καὶ δῆλον οὐκ ἀπὸ τῆς ἀρχῆς μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ τέ- λους. Εἰ γὰρ μὴ σφόδρα αὐτὸν βάρβαρος ἐκεῖνος ἐφί- λει, κἂν ἀπέκτεινε σιγῶντα καὶ οὐδὲν ἀντιλέγοντα. Καὶ γὰρ Αἰγύπτιος ἦν, καὶ ἄρχων, καὶ περὶ εὐνὴν ἠδικημένος, ὡς ἐνόμιζε, καὶ παρὰ οἰκέτου, καὶ οἰκέτου τοιαῦτα εὐεργετηθέντος. Ἀλλ' ἐνίκησε ταῦτα πάντα ὁ πόθος καὶ ἡ χάρις, ἣν ὁ Θεὸς αὐτοῦ κατ- έχεε. Μετὰ δὲ τῆς χάριτος καὶ τῆς ἀγάπης ταύτης καὶ τεκμήρια εἶχεν οὐ μικρὰ, εἰ δικαιολογεῖσθαι ἐβούλετο, αὐτὰ τὰ ἱμάτια. Εἰ γὰρ αὐτὴ ἦν ἡ βιασθεῖσα, τὸν χιτῶνα αὐτῆς περιεῤῥῆχθαι ἔδει, τὴν ὄψιν κατ- εσπαράχθαι, οὐ τὰ ἐκείνου κατέχειν ἱμάτια. Ἀλλ' ἤκουσε, φησὶν, ὅτι ὕψωσα τὴν φωνὴν, καὶ κατα- λιπὼν τὰ ἱμάτια αὐτοῦ, ἀπῆλθε. Τίνος οὖν ἕνεκεν καὶ ἀπέδυσας; τί γὰρ παθούσῃ βίαν ἀγαπητὸν ἦν; Τὸ ἀπαλλαγῆναι τοῦ ἐνοχλοῦντος. Ἐγὼ δὲ οὐκ ἐντεῦ-θεν μόνον, ἀλλὰ καὶ ἐκ τῶν μετὰ ταῦτα δεῖξαι δυνή- σομαι αὐτοῦ τὴν εὔνοιαν καὶ τὴν ἀγάπην. Καὶ γὰρ ὅτε εἰς ἀνάγκην ἐνέπεσε τοῦ τὴν αἰτίαν εἰπεῖν τοῦ δεσμωτηρίου καὶ τῆς ἐκεῖ διατριβῆς, οὐδὲ τότε ἐξ- εῖπε τὸ δρᾶμα, ἀλλὰ τί φησι; Καὶ ἐγὼ οὐκ ἐποίησα οὐδὲν, ἀλλὰ κλοπῇ