212
ἄμυναν τῶν παρ- οξυνάντων, διαῤῥηγνύντες ἑαυτοὺς, φησὶν ὅτι οὐδὲ τοῦτο ἔχει τὸ ἐλάττωμα. ∆ιὸ καὶ ἐπήγαγε, Χρη- στεύεται. Οὐ γὰρ ἐπὶ τῷ τὴν φλόγα ἀνάψαι τῶν ὑπὸ τῆς ὀργῆς ἐκκαιομένων ἠθικώτερον αὐτοῖς κέχρην- ται, ἀλλ' ἐπὶ τῷ καταπραῦναι καὶ κατασβέσαι· καὶ οὐ μόνον τῷ φέρειν γενναίως, ἀλλὰ καὶ τῷ θερα- πεύειν καὶ παρακαλεῖν τὸ ἕλκος ἰῶνται καὶ τὸ τραῦ- μα θεραπεύουσι τοῦ θυμοῦ· Οὐ ζηλοῖ· Ἔστι γὰρ καὶ μακρόθυμόν τινα εἶναι καὶ βάσκανον, καὶ τούτῳ ἐκεῖνο διαφθείρεται τὸ κατόρθωμα. Ἀλλ' αὕτη καὶ τοῦτο διέφυγεν. Οὐ περπερεύεται. Τουτέστιν, οὐ προπετεύεται· καὶ γὰρ συνετὸν ἐργάζεται τὸν ἀγα- πῶντα καὶ βαρὺν καὶ βεβηκότα. Τῶν μὲν γὰρ αἰ- σχρῶς φιλούντων ἴδιον τὸ ἐλάττωμα τοῦτο· ὁ δὲ ταύ- την εἰδὼς τὴν ἀγάπην, τούτων μάλιστα πάντων ἀπ- ήλλακται. Ὅταν γὰρ θυμὸς ἔνδον μὴ ᾖ, καὶ προ- πέτεια πᾶσα ἀνῄρηται καὶ ὕβρις. Καὶ γὰρ καθάπερ τις ἄριστος γεωργὸς ἔνδον ἐγκαθημένη τῇ ψυχῇ ἡ ἀγάπη, οὐκ ἀφίησιν οὐδὲν τούτων βλαστῆσαι τῶν ἀκανθῶν. Οὐ φυσιοῦται. Καὶ γὰρ ὁρῶμεν πολλοὺς ἐπ' αὐτοῖς τούτοις τοῖς κατορθώμασι μέγα φρονοῦν- τας, οἷον ὅτι μή ἐστι βάσκανος μηδὲ πονηρὸς μηδὲ ὀλιγόψυχος μηδὲ προπετής. Οὐδὲ γὰρ πλούτῳ καὶ πενίᾳ παρυφέστηκε τὰ κακὰ ταῦτα μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς φύσει καλοῖς. Ἀλλ' ἡ ἀγάπη μετὰ ἀκρι- βείας ἐκκαθαίρει πάντα. Σκόπει δέ· Ὁ μακρόθυμος οὐ πάντως καὶ χρηστός· ἂν δὲ μὴ ᾖ χρηστὸς, πονη- ρία τὸ πρᾶγμα γίνεται, καὶ κινδυνεύει εἰς μνησικα- κίαν ἐμπεσεῖν. ∆ιὰ τοῦτο αὕτη τὸ φάρμακον δοῦσα, τὴν χρηστότητα λέγω, καθαρὰν διατηρεῖ τὴν ἀρε- τήν. Πάλιν ὁ χρηστὸς πολλάκις εὔκολος γίνεται, ἀλλὰ καὶ τοῦτο αὕτη διορθοῦται· Ἡ ἀγάπη γὰρ, φησὶν, οὐ περπερεύεται, οὐ φυσιοῦται. Ὁ χρηστὸς καὶ 61.278 μακρόθυμος ἀλαζονεύεται πολλάκις· ἀλλὰ καὶ ταύτην ἀναιρεῖ τὴν κακίαν. βʹ. Καὶ θέα πῶς αὐτὴν οὐκ ἀφ' ὧν ἔχει μόνον, ἀλλὰ καὶ ἀφ' ὧν οὐκ ἔχει, κοσμεῖ. Καὶ γὰρ ἀρετὴν ἐπεισ- άγει, καὶ κακίαν ἐκκόπτει, φησὶ, μᾶλλον δὲ οὐδὲ ἀφίησι φῦναι τὴν ἀρχήν. Οὐδὲ γὰρ εἶπε, Ζηλοῖ μὲν, περιγίνεται δὲ τοῦ φθόνου, οὐδ' ὅτι Ἀπονοεῖται μὲν, κολάζει δὲ τὸ πάθος, ἀλλ' ὅτι Οὐ ζηλοῖ, οὐ περπε- ρεύεται, οὐ φυσιοῦται· ὃ δὴ μάλιστά ἐστι θαυμα- στὸν, ὅτι καὶ χωρὶς πόνων κατορθοῖ τὰ ἀγαθὰ, καὶ χωρὶς πολέμου καὶ παρατάξεως τὸ τρόπαιον ἵστησιν. Οὐ γὰρ ἀφίησιν ἱδρῶσαι τὸν ἔχοντα, καὶ οὕτω τὸν στέφανον λαβεῖν, ἀλλ' ἀπονητὶ κομίζει τὸ βραβεῖον αὐτῷ. Ἔνθα γὰρ οὐκ ἔστιν ἀντίπαλον πάθος τῷ σώφρονι λογισμῷ, τίς ἂν γένοιτο πόνος; Οὐκ ἀσχημονεῖ. Τί γὰρ λέγω, φησὶν, ὅτι οὐ φυσιοῦ- ται, ὅπου γε τοσοῦτον ἀπέχει τοῦ πάθους, ὅτι καὶ τὰ ἔσχατα παθοῦσα διὰ τὸν ἀγαπώμενον, οὐδὲ ἀσχημο- σύνην τὸ πρᾶγμα νομίζει; Οὐκ εἶπε πάλιν, ὅτι ἀσχημονεῖ μὲν, φέρει δὲ τὴν αἰσχύνην γενναίως, ἀλλ' ὅτι οὐδὲ αἴσθησίν τινα λαμβάνει τῆς αἰσχύνης. Εἰ γὰρ οἱ φιλοχρήματοι πάντα ὑπομένοντες τὰ ἐπ- ονείδιστα τῆς καπηλείας ἕνεκεν ἐκείνης, οὐ μόνον οὐκ ἐγκαλύπτονται, ἀλλὰ καὶ ἀγάλλονται, πολλῷ μᾶλλον ὁ τὴν ἐπαινετὴν ταύτην ἔχων ἀγάπην, ὑπὲρ τῆς τῶν φιλουμένων ἀσφαλείας οὐδὲν ὁτιοῦν παραιτήσεται, καὶ οὐ μόνον οὐ παραιτήσεται, ἀλλ' οὐδὲ πάσχων αἰσχύνεται· ἀλλ' ἵνα μὴ ἀπὸ τοῦ πονηροῦ πράγματος τὸ παράδειγμα φέρωμεν, ἐξετάσωμεν ἐπὶ τοῦ Χρι- στοῦ τοῦτο αὐτὸ, καὶ τότε ὀψόμεθα τοῦ λεχθέντος τὴν δύναμιν. Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ ἐνεπτύετο καὶ ἐῤῥαπίζετο παρὰ ἀνδραπόδων οἰκτρῶν· καὶ οὐ μόνον οὐκ ἐνόμιζεν ἀσχημονεῖν, ἀλλὰ καὶ ἠγάλλετο, καὶ δόξαν τὸ πρᾶγμα ἐκάλει· καὶ λῃστὴν καὶ ἀνδροφόνον μεθ' ἑαυτοῦ πρὸ τῶν ἄλ- λων εἰς τὸν παράδεισον εἰσάγων, καὶ πόρνῃ διαλεγό- μενος, καὶ ταῦτα τῶν περιεστώτων ἁπάντων ἐγκα- λούντων, οὐκ ἐνόμιζε τὸ πρᾶγμα εἶναι αἰσχρὸν, ἀλλὰ καὶ φιλεῖν αὐτῇ τοὺς πόδας παρεῖχε τοὺς ἑαυτοῦ, καὶ βρέχειν τὸ σῶμα τοῖς δάκρυσι, καὶ ἀπομάσσειν ταῖς θριξί· καὶ ταῦτα ἐν μέσῳ θεάτρῳ τῶν ἐχθρῶν καὶ πολεμίων. Ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ. ∆ιὰ τοῦτο καὶ πατέρες, κἂν ἁπάντων ὦσι φιλοσοφώτεροι καὶ ῥητορικώτεροι, οὐκ αἰσχύνονται τοῖς παισὶ συμ- ψελλίζοντες· καὶ οὐδεὶς ἐγκαλεῖ τῶν ὁρώντων, ἀλλ' οὕτω καλὸν εἶναι τὸ πρᾶγμα δοκεῖ, ὡς καὶ