225
τὸ σῶμα ἐνυβρίσασα πλουτεῖ, καὶ εὔμορφος νέος πολλάκις τὴν ὥραν ἀπο- δόμενος μετ' ἀσχημοσύνης κέκτηται χρυσίον, καὶ ὁ τυμβωρύχος τοὺς τάφους ἀναῤῥήξας συνήγαγε πλοῦ- τον ἄδικον, καὶ ὁ λῃστὴς τοὺς τοίχους διορύξας. Οὐκοῦν ἀπὸ τοῦ Θεοῦ ἅπας ὁ πλοῦτος; Τί οὖν, φησὶν, ἐροῦμεν πρὸς τὴν ῥῆσιν ταύτην; Μάθε πρῶτον καὶ πενίαν οὐκ ἀπὸ Θεοῦ γινομένην, καὶ τότε καὶ ἐπὶ τὴν ῥῆσιν αὐτὴν βαδιούμεθα. Ὅταν γάρ τις ἄσωτος ὢν νέος, ἢ εἰς πόρνας ἀναλώσῃ τὸν πλοῦτον, ἢ εἰς γόητας, ἢ εἰς ἑτέρας τινὰς τοιαύτας ἐπιθυμίας, καὶ γένηται πένης, οὐκ εὔδηλον, ὅτι οὐκ ἀπὸ τοῦ Θεοῦ γέγονε τοῦτο, ἀλλ' ἀπὸ τῆς οἰκείας ἀσωτίας; Πάλιν εἴ τις ὑπὸ ἀργίας γένοιτο πένης, εἴ τις ὑπὸ ἀνοίας εἰς πτωχείαν 61.294 κατενεχθείη, εἴ τις ἐπικινδύνοις καὶ παρανόμοις ἐπιχειρῶν πράγμασιν, οὐκ εὔδηλον πάντως, ὅτι οὐδὲ τούτων τις καὶ τῶν τοιούτων εἰς τὴν πτωχείαν αὐτὴν ἀπὸ Θεοῦ κατηνέχθη; Ψεύδεται οὖν ἡ Γραφή; Μὴ γένοιτο, ἀλλ' ἀνοηταίνουσιν οἱ μὴ μετὰ τῆς προσ- ηκούσης ἀκριβείας ἐξετάζοντες τὰ γεγραμμένα ἅπαντα. Εἰ γὰρ καὶ τοῦτο ὡμολόγηται, ὅτι ἀψευδὴς ἡ Γραφὴ, καὶ τοῦτο ἀπεδείχθη, ὅτι οὐ πᾶς πλοῦτος παρὰ Θεοῦ, τῆς τῶν ἀπερισκέπτως ἀναγινωσκόντων ἀσθενείας ἡ ἀπορία. Καὶ ἔδει μὲν ἡμᾶς ἀφεῖναι, ἐν τούτῳ ἀπαλλάξαντας τὴν Γραφὴν τῶν ἐγκλημάτων, ἵνα ταύτην ἡμῖν δίκην δῶτε τῆς περὶ τὰς Γραφὰς ῥᾳθυμίας· ἀλλ' ἐπειδὴ φείδομαι σφόδρα ὑμῶν, καὶ οὐ δύναμαι ἐπιπλέον θορυβουμένους ἰδεῖν καὶ διατα- ραττομένους, φέρε καὶ τὴν λύσιν ἐπαγάγωμεν, πρότερον τὸν εἰρηκότα εἰπόντες, καὶ πότε εἴρηται, καὶ πρὸς τίνας. Οὐδὲ γὰρ ὁμοίως ἅπασιν ὁ Θεὸς δια- λέγεται, ὥσπερ οὐδὲ ἡμεῖς παιδίοις καὶ ἀνδράσιν ὁμοίως κεχρήμεθα. Πότε οὖν εἴρηται, καὶ ὑπὸ τίνος, καὶ πρὸς τίνας; Ὑπὸ τοῦ Σολομῶντος ἐπὶ τῆς Πα- λαιᾶς πρὸς τοὺς Ἰουδαίους τοὺς οὐδὲν ἕτερον εἰδότας ἢ τὰ αἰσθητὰ, καὶ ἀπὸ τούτων τοῦ Θεοῦ δοκιμάζον- τας τὴν ἰσχύν. Οὗτοι γὰρ οἱ λέγοντές εἰσι· Μὴ καὶ ἄρτον δύναται δοῦναι; καὶ, Τί σημεῖον δεικνύεις ἡμῖν; Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ. Ὧν ὁ θεὸς ἡ κοιλία. Ἐπεὶ οὖν ἀπὸ τούτων αὐτὸν ἐδοκίμαζον, λέγει πρὸς αὐτοὺς, δυνατὸν καὶ τοῦτο τῷ Θεῷ, καὶ πλουσίους ποιῆσαι καὶ πένητας· οὐχ ὅτι πάντως αὐτὸς ποιεῖ, ἀλλ' ὅτι δύναται, ὅταν θέλῃ· ὥσπερ ὅταν λέγῃ, Ὁ ἀπειλῶν τῇ θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν· καίτοι τοῦτο οὐδέποτε γέγονε. Πῶς οὖν αὐτὸ ὁ προφήτης φησίν; Οὐχ ὡς γινόμενον ἀεὶ, ἀλλ' ὡς δυνατὸν αὐτῷ ποιῆσαι. Ποίαν οὖν πενίαν δίδωσι, καὶ ποῖον πλοῦτον; Ἀναμνήσθητι τοῦ πατριάρχου, καὶ εἴσῃ τὸν παρὰ τοῦ Θεοῦ διδόμενον πλοῦτον. Καὶ γὰρ τὸν Ἀβραὰμ αὐτὸς πλούσιον ἐποίησε, καὶ μετ' ἐκεῖνον τὸν Ἰὼβ, καθὼς καὶ αὐτός φησιν· Εἰ τὰ μὲν ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ δὲ κακὰ οὐχ ὑποίσομεν; Καὶ ὁ τοῦ Ἰακὼβ πλοῦτος ἐκεῖθεν τὴν ἀρχὴν εἶχεν. Ἔστι δὲ καὶ πενία παρ' αὐτοῦ ἡ ἐπαι- νετὴ, οἵαν προεξένει τότε τῷ πλουσίῳ ἐκείνῳ, λέγων· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρ- χοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· καὶ τοῖς μαθηταῖς πάλιν νομοθετῶν καὶ λέγων, Μὴ κτήσασθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ δύο χι- τῶνας. Μὴ τοίνυν λέγε, ὅτι πάντα πλοῦτον αὐτὸς δίδωσι· καὶ γὰρ ἐδείχθη καὶ ἀπὸ φόνων καὶ ἀπὸ ἁρπαγῆς καὶ ἀπὸ μυρίων ἑτέρων προφάσεων συλλε- γόμενος οὗτος. Ἀλλὰ πάλιν εἰς τὸ πρότερον ἡμῖν ὁ λόγος περιΐσταται ζήτημα. Εἰ γὰρ μηδὲν ἡμῖν χρή- σιμοι οἱ πλουτοῦντες, διὰ τί γεγένηνται; τί οὖν ἂν εἴποιμεν; Ὅτι οὗτοι οὐ χρήσιμοι, οἱ ἑαυτοὺς οὕτω ποιοῦντες πλουσίους, ὡς οἵ γε παρὰ τοῦ Θεοῦ γενό- μενοι, καὶ σφόδρα χρήσιμοι. Καὶ τοῦτο ἀπ' αὐτῶν τῶν παρ' ἐκείνων γινομένων μάνθανε. Καὶ γὰρ ὁ Ἀβραὰμ τοῖς ξένοις καὶ τοῖς δεομένοις ἅπασι τὸν πλοῦτον ἐκέκτητο. Ὁ γὰρ τριῶν παραγενομένων, ὡς ἐνόμιζεν, ἀνθρώπων, μόσχον θύσας, καὶ τρία μέτρα 61.295 σεμιδάλεως φυράσας, καὶ πρὸς τῇ θύρᾳ καθήμενος ἐν καιρῷ μεσημβρίας, ἐννόησον μεθ' ὅσης δαψιλείας καὶ προθυμίας τὰ αὑτοῦ πᾶσιν ἀνήλισκε, μετὰ τῶν χρημάτων καὶ τὴν τοῦ σώματος παρεχόμενος ὑπηρε- σίαν, καὶ ταῦτα ἐν γήρᾳ τοσούτῳ, καὶ λιμὴν τῶν ξένων καὶ τῶν ἐν χρείαις