238
εὐπαράδεκτον αὐτὸ πεποίηκε· νυνὶ δὲ μετὰ πολλὰ αὐτὸ θεὶς, καὶ εὐκαίρως εἰσάγων, σφόδρα καθίκετο τῶν ἀκουόντων. Τοῦτο καὶ ἐπὶ τῆς παρθενίας πε- ποίηκε. Καὶ γὰρ πρὸ τοῦ πολλὰ εἰπὼν, καὶ μετὰ ταῦτα πάλιν, τότε φησὶν, ὅτι Ὑμῶν φείδομαι, καὶ, Θέλω ὑμᾶς ἀμερίμνους εἶναι. Τοῦτο δὴ καὶ ἐπὶ τῶν γλωττῶν ποιεῖ, δεικνὺς ὅτι οὐ μόνον ἀποστερεῖ δόξης, ἀλλὰ καὶ καταισχύνει τοὺς ἔχοντας παρὰ τοῖς ἀπίστοις. Ἡ δὲ προφητεία τοὐναντίον καὶ αἰσχύνης ἀπήλλακται τῆς παρὰ τοῖς ἀπίστοις, καὶ δόξαν ἔχει μεγίστην καὶ ὠφέλειαν. Οὐ γὰρ ἐρεῖ τις ἐπὶ τῆς προ- φητείας, ὅτι Μαίνονται, οὐδὲ καταγελάσεται τῶν προ- φητευόντων, ἀλλὰ τοὐναντίον ἐκπλαγήσεται καὶ θαυ- μάσεται τούτους. Ἐλέγχεται γὰρ ὑπὸ πάντων· τουτ- έστιν, ἃ ἐπὶ καρδίας ἔχει, ταῦτα εἰς μέσον ἄγεται, καὶ δείκνυται πᾶσιν. Οὐκ ἔστι δὲ ἴσον εἰσελθόντα τινὰ ἰδεῖν μὲν Περσιστὶ, τὸν δὲ Συριστὶ φθεγγόμενον, καὶ εἰσελθόντα ἀκοῦσαι τὰ ἀπόῤῥητα τῆς αὐτοῦ διανοίας, καὶ εἴτε πειράζων καὶ μετὰ πονηρᾶς γνώ- μης, εἴτε ὑγιῶς εἰσελήλυθε· καὶ ὅτι τὸ καὶ τὸ αὐτῷ πέπρακται, καὶ τὸ βεβούλευται· πολὺ γὰρ τοῦτο 61.310 ἐκείνου φρικωδέστερον καὶ χρησιμώτερον. ∆ιὰ δὴ τοῦτο, ἐπὶ μὲν τῶν γλωσσῶν φησιν, ὅτι Μαίνεσθε· ἀλλ' οὐκ οἴκοθεν τοῦτο ἀποφαίνεται, ἀλλ' ἀπὸ τῆς ἐκείνων κρίσεως· Ἐροῦσι γὰρ, φησὶν, ὅτι Μαί- νεσθε. Ἐνταῦθα δὲ καὶ τῇ τῶν πραγμάτων κέχρηται ψήφῳ, καὶ τῇ τῶν ὠφελουμένων. Ἐλέγχεται γὰρ, φησὶν, ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυ- νήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι Θεὸς ὄντως ἐν ὑμῖν ἐστιν. Ὁρᾷς ὅτι τοῦτο ἀναμφισβήτητον; Ἐκεῖ μὲν γὰρ ἀμφιβάλλεται τὸ γινόμενον, καὶ μα- νίαν ἄν τις αἰτιάσαιτο τῶν ἀπίστων· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἔσται, ἀλλὰ καὶ θαυμάσεται καὶ προσκυνή- σει, διὰ τῶν ἔργων πρότερον ὁμολογῶν, εἶτα καὶ διὰ τῶν ῥημάτων. Οὕτω καὶ Ναβουχοδονόσορ τὸν Θεὸν προσεκύνησε λέγων, Ἐπ' ἀληθείας ὁ Θεὸς ὑμῶν αὐτός ἐστι Θεὸς ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο. Εἶδες τῆς προφητείας τὴν ἰσχὺν, πῶς τὸν ἄγριον ἐκεῖνον μετέβαλε καὶ κατήχησε καὶ εἰς πίστιν ἤγαγε; Τί οὖν ἐστιν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. Ὁρᾷς τοῦ Χριστιανισμοῦ τὴν κρηπῖδα καὶ τὸν κανόνα; Ὥσπερ γὰρ τεχνίτου ἔργον τὸ οἰκοδομεῖν, οὕτω καὶ τοῦ Χριστιανοῦ τὸ τοὺς πλησίον διὰ πάντων ὠφελεῖν. Ἐπειδὴ δὲ σφόδρα κατέδραμε τοῦ χαρίσματος, ἵνα μὴ δόξῃ περιττὸν εἶναι· τὸν γὰρ τῦφον αὐτῶν κατασπάσαι βουλόμενος, μόνον τοῦτο πεποίηκε· πάλιν ἀριθμεῖ αὐτὸ μετὰ τῶν ἄλλων, λέγων· Ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσ- σαν ἔχει. Καὶ γὰρ ψαλμοὺς τὸ παλαιὸν ἐποίουν ἀπὸ χαρίσματος, καὶ ἐδίδασκον ἀπὸ χαρίσματος· ἀλλ' ὅμως ἅπαντα ταῦτα πρὸς ἓν βλεπέτω, φησὶ, τὴν τοῦ πλησίον διόρθωσιν· μηδὲν ἁπλῶς γινέσθω. Εἰ γὰρ μὴ παραγίνῃ τὸν ἀδελφὸν οἰκοδομήσων, τί καὶ παρα- γίνῃ; Οὐ δὴ πολύς μοι λόγος τῆς τῶν χαρισμάτων διαφορᾶς· ἑνὸς ἐμοὶ μέλει μόνον, καὶ τὸ σπουδαζό- μενόν μοι ἓν, τὸ πρὸς οἰκοδομὴν ἅπαντα ποιεῖν. Οὕτω καὶ ὁ τὸ μικρὸν ἔχων χάρισμα, τὸν τὸ μέγα ἔχοντα παραδραμεῖται, ἐὰν τοῦτο προσῇ. ∆ιὰ γὰρ τοῦτο καὶ τὰ χαρίσματα, ἵνα οἰκοδομῆται ἕκαστος· ὡς ἐὰν μὴ τοῦτο γίνηται, καὶ εἰς κρῖμα ἔσται τὸ χάρισμα τῷ λαβόντι. Τί γὰρ, εἰπέ μοι, ὄφελος τοῦ προφητεύειν; τί δὲ ὄφελος τοῦ νεκροὺς ἐγείρειν, ὅταν μηδεὶς ὁ κερδαίνων ᾖ; Εἰ δὲ τοῦτο τῶν χαρισμάτων τὸ τέλος, ἔξεστι δὲ αὐτὸ καὶ ἑτέρῳ κατασκευάζειν τρόπῳ χα- ρισμάτων χωρὶς, μὴ μέγα ἐπὶ τοῖς σημείοις φρόνει, μηδὲ ταλάνιζε σαυτὸν, ὁ τῶν χαρισμάτων ἐστερημέ- νος. Εἴτε δὲ γλώσσῃ τις λαλεῖ, κατὰ δύο, ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμη- νευέτω. Ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. Τί λέ- γεις; εἰπέ μοι· τοσαῦτα εἰπὼν περὶ γλωσσῶν, ὅτι ἀνόνητον, ὅτι περιττὸν, ἐὰν μὴ ἑρμηνέα ἔχῃ, κελεύεις πάλιν γλώσσαις λαλεῖν; Οὐ κελεύω, φησὶν, ἀλλ' οὐδὲ κωλύω· ὡς ὅταν λέγῃ, Εἴ τις ὑμᾶς καλεῖ τῶν ἀπί- στων, καὶ θέλετε πορεύεσθαι, οὐχὶ