242
ἀσαφὲς διεγεί- ρει σου τὴν ψυχὴν, πολλῷ μᾶλλον, εἰ σαφῆ ἦν, παρ- έδραμες. ∆ιὰ γὰρ τοῦτο οὔτε σαφῆ πάντα ἐστὶν, ἵνα μὴ ῥᾳθυμήσῃς, οὔτε ἀσαφῆ, ἵνα μὴ ἀπογνῷς. Καὶ ὁ μὲν εὐνοῦχος ἐκεῖνος καὶ βάρβαρος οὐδὲν τούτων εἶ- πεν, ἀλλὰ καὶ τοσούτων πραγμάτων ὄχλῳ κυκλούμε- νος, καὶ ἐν ὁδῷ ὢν, βιβλίον μετὰ χεῖρας εἶχε καὶ ἀν- εγίνωσκε, οὐκ εἰδὼς ἅπερ ἀνεγίνωσκε· σὺ δὲ καὶ ἐν διδασκάλων εὐπορίᾳ ὢν, καὶ ἑτέρους ἔχων τοὺς ὑπ- αναγινώσκοντας, σκήψεις προβάλλῃ μοι καὶ προφά- σεις. Οὐκ οἶσθα τὰ λεγόμενα; Οὐκοῦν εὖξαι ἵνα μά- θῃς· μᾶλλον δὲ ἀμήχανον πάντα ἀγνοεῖν. Καὶ γὰρ πολλὰ αὐτόθεν ἐστὶ κατάδηλα καὶ σαφῆ· μᾶλλον δὲ, 61.315 κἂν ἅπαντα ἀγνοῇς, καὶ οὕτως ἡσυχάζειν ἔδει, ἵνα μὴ τοὺς προσέχοντας ἐκκρούσῃς, ἵνα σου τὴν ἡσυχίαν καὶ τὴν αἰδὼ ἀποδεξάμενος ὁ Θεὸς, καὶ τὰ ἀσαφῆ ποιήσῃ δῆλα. Ἀλλ' οὐ δύνασαι σιγᾷν; Οὐκοῦν ἔξιθι, ἵνα μὴ καὶ ἑτέροις γένῃ βλάβη. Καὶ γὰρ μίαν ἐν ἐκκλησίᾳ δεῖ φωνὴν εἶναι ἀεὶ, καθάπερ ἑνὸς ὄντος σώματος. ∆ιὰ τοῦτο καὶ ὁ ἀναγινώσκων μόνος φθέγ- γεται· καὶ αὐτὸς ὁ τὴν ἐπισκοπὴν ἔχων ἀνέχεται σιγῇ καθήμενος· καὶ ὁ ψάλλων ψάλλει μόνος· κἂν πάντες ὑπηχῶσιν, ὡς ἐξ ἑνὸς στόματος ἡ φωνὴ φέ- ρεται· καὶ ὁ ὁμιλῶν ὁμιλεῖ μόνος. Ὅταν δὲ πολλοὶ καὶ πολλὰ καὶ διάφορα διαλέγωνται, τίνος ἕνεκεν ἐνοχλοῦμεν ἡμεῖς εἰκῆ; Οὐδὲ γὰρ εἰ μὴ εἰκῆ ἐν- οχλεῖν ἡμᾶς ἡγεῖσθε, περὶ τηλικούτων φθεγγομένων ἡμῶν, περὶ τῶν οὐδὲν ἂν προσηκόντων ὑμεῖς διελέ- γεσθε. ∆ιὰ ταῦτα οὐκ ἐν τῷ βίῳ μόνον ὑμῖν, ἀλλὰ καὶ ἐν αὐτῇ τῶν πραγμάτων τῇ ψήφῳ πολλὴ ἡ δια- στροφή· καὶ περὶ τὰ περιττὰ κεχήνατε, καὶ τὴν ἀλήθειαν ἀφέντες, τὰς σκιὰς καὶ τὰ ὀνείρατα διώ- κετε. Ἢ οὐ σκιὰ καὶ ὀνείρατα τὰ παρόντα ἅπαντα, καὶ σκιᾶς χείρω; Καὶ γὰρ πρὶν ἢ φανῆναι, ἀφίπταται, καὶ πρὶν ἀποπτῆναι, πολὺν παρέχει τὸν θόρυβον καὶ πλείονα τῆς ἡδονῆς. Κἂν μυρία τις ἐνταῦθα λαβὼν κατορύξῃ χρήματα, τῆς νυκτὸς παρελθούσης, γυμνὸς ἄπεισιν ἐντεῦθεν, καὶ μάλα εἰκότως· ἐπεὶ καὶ οἱ ὄναρ πλουτοῦντες, ἀναστάντες ἀπὸ τῆς εὐνῆς, οὐδὲν ἔχου- 61.316 σιν ὧν ἔχειν ἐδόκουν καθεύδοντες· οὕτω καὶ οἱ πλεον- 61.316 εκτοῦντες· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ χεῖρον. Ὁ μὲν γὰρ ὄναρ πλουτῶν, οὔτε τὰ χρήματα ἔχει, ἅπερ ἐφαντάζετο ἔχειν, οὔτε ἄλλο τι κακὸν ἀπὸ τῆς φαντασίας ταύτης λαβὼν ἀνίσταται· οὗτος δὲ τῶν μὲν χρημάτων ἐστέρηται, τῶν δὲ ἁμαρ- τημάτων τῶν ἐκ τῶν χρημάτων ἐμπλησθεὶς ἄπεισι, καὶ ἐν τῷ πλούτῳ φαντασθεὶς, τὰ ἐκ τοῦ πλούτου κακὰ οὐχ ὁρᾷ ἐν φαντασίᾳ λοιπὸν, ἀλλ' ἐν αὐτῇ τῶν πραγμάτων τῇ ἀληθείᾳ· καὶ ἡ μὲν ἡδονὴ γέγονεν ἐν ὀνείροις, ἡ δὲ ἐκ τῆς ἡδονῆς κόλασις οὐκέτι ὄναρ συμβαίνει, ἀλλ' ἐν αὐτῇ τῇ πείρᾳ, μᾶλλον δὲ καὶ πρὸ τῆς κολάσεως ἐκείνης καὶ ἐνταῦθα τὴν ἐσχάτην τίνει δίκην, ἐν αὐτῷ τῷ συλλέγειν μυρίας προστρι- βόμενος ἀθυμίας, φροντίδας, κατηγορίας, διαβολὰς, θορύβους, ταραχάς. Ἵν' οὖν καὶ τῶν ὀνειράτων ἀπαλ- λαγῶμεν καὶ τῶν κακῶν τῶν οὐκ ἐν ὀνείροις, ἀντὶ πλεονεξίας ἐλεημοσύνην ἑλώμεθα, ἀντὶ ἁρπαγῆς φιλανθρωπίαν. Οὕτω γὰρ καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 61.315 {1ΟΜΙΛΙΑ ΛΖʹ.}1 Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτω- σαν. Οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέ- γει. αʹ. Περικόψας τὸν θόρυβον τὸν ἀπὸ τῶν γλωττῶν, καὶ τὸν ἀπὸ τῶν προφητειῶν, καὶ νομοθετήσας, ὥστε μὴ σύγχυσιν γίνεσθαι, τούς τε γλώσσαις λαλοῦντας ἀνὰ μέρος τοῦτο ποιεῖν, τούς τε προφητεύοντας ἀρξαμέ- νου ἑτέρου σιγᾷν, λοιπὸν καὶ ἐπὶ τὴν ταραχὴν τὴν ἀπὸ τῶν γυναικῶν γινομένην ὁδῷ πρόεισι, τὴν ἄκαιρον αὐτῶν ἐκκόπτων παῤῥησίαν, καὶ σφόδρα εὐκαίρως. Εἰ γὰρ τοῖς τὰ χαρίσματα ἔχουσιν ἁπλῶς οὐκ ἐφίε- ται λαλεῖν, οὐδ' ὅτε βούλονται, καὶ ταῦτα ὑπὸ τοῦ Πνεύματος κινουμένοις, πολλῷ μᾶλλον ἐκείναις εἰκῆ φλυαρούσαις καὶ μάτην. ∆ιὰ τοῦτο καὶ μετὰ πολλῆς τῆς αὐθεντίας ἐπιστομίζει τὴν φλυαρίαν αὐτῶν, καὶ τὸν νόμον μεθ'