1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

262

μόνων καὶ τῶν ἀντιτεταγμένων, κατὰ τὸν τῆς δη- μιουργίας λόγον· βασιλεύει δὲ τῶν πιστῶν καὶ ἑκόν- των καὶ ὑποτεταγμένων, κατὰ τὸν τῆς οἰκειώσεως. Αὕτη ἡ βασιλεία καὶ ἀρχὴν ἔχειν λέγεται· περὶ γὰρ ταύτης φησὶ καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου· περὶ ταύτης καὶ αὐτὸς εἴρηκε τοῖς μαθη- ταῖς· Ἐδόθη μοι πᾶσα ἐξουσία ὑπὸ τοῦ Πατρός μου, τῷ γεγεννηκότι ἅπαντα ἀνατιθεὶς, οὐχ ὡς αὐ- τὸς οὐκ ἀρκῶν, ἀλλὰ δεικνὺς ὅτι Υἱός ἐστι, καὶ οὐχὶ ἀγέννητος. Ταύτην οὖν παραδίδωσι, τουτέστι, κατορ- θοῖ. Τί ποτ' οὖν περὶ τοῦ Πνεύματος, φησὶν, οὐδὲν εἴρηκεν; Ὅτι οὐ περὶ τούτου ὁ λόγος αὐτῷ ἦν νῦν, οὐδὲ ὁμοῦ πάντα συγχεῖ· ἐπεὶ καὶ ὅταν λέγῃ, Εἷς ὁ Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς, οὐ πάντως ἔλαττον ἀφεὶς εἶναι τὸ Πνεῦμα, διὰ τοῦτο σιγᾷ, ἀλλ' ἐπειδὴ τέως οὐ κατήπειγε, τοῦτο εἶπεν. Οἶδε γὰρ καὶ τοῦ Πατρὸς μεμνῆσθαι μόνου, καὶ οὐ διὰ τοῦτο τὸν Υἱὸν ἐκβαλοῦμεν· οἶδε καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύ- ματος μόνου, καὶ οὐ διὰ τοῦτο τὸν Πατέρα ἀθετήσο- μεν. Τί δέ ἐστιν, Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν; Ἵνα ἅπαντα εἰς αὐτὸν ἀνηρτημένα ᾖ, ἵνα μὴ δύο τις ἀρχὰς ἀνάρχους ὑποπτεύῃ, μηδὲ ἑτέραν βασιλείαν ἀπεσχισμένην. Ὅταν γὰρ οἱ μὲν ἐχθροὶ ὑπὸ τοὺς πόδας ὦσι κείμενοι τοῦ Παιδὸς, ὁ δὲ ἔχων αὐτοὺς 61.342 ὑπὸ πόδας ἐῤῥιμμένους μὴ στασιάζῃ πρὸς τὸν γεγεν- νηκότα, ἀλλ' ὁμονοῇ μετὰ πολλῆς τῆς ἀκριβείας, αὐ- τὸς ἔσται τὰ πάντα ἐν πᾶσι. Τινὲς δὲ τῆς κακίας τὴν ἀναίρεσιν δηλοῦντα τοῦτο αὐτὸν εἰρηκέναι φασὶν, ὡς πάντων εἰκόντων λοιπὸν καὶ οὐδενὸς ἀνθισταμένου οὐδὲ πονηρευομένου. Ὅταν γὰρ ἁμαρτία μὴ ᾖ, εὔ- δηλον ὅτι ὁ Θεὸς ἔσται τὰ πάντα ἐν πᾶσιν. Εἰ δὲ μὴ ἀνίστανται τὰ σώματα, πῶς ταῦτα ἀληθῆ; ὁ γὰρ χαλεπώτατος ἐχθρὸς ἁπάντων θάνατος μένει ἀνύσας ὅπερ ἠθέλησεν. Οὐχὶ, φησίν· οὐδὲ γὰρ ἁμαρτήσονται λοιπὸν, φησί. Καὶ τί τοῦτο; οὐδὲ γὰρ περὶ τοῦ θανάτου τῆς ψυχῆς, ἀλλὰ περὶ τοῦ σωματικοῦ διαλέ- γεται ἐνταῦθα. Πῶς οὖν καταργεῖται; νίκη γὰρ τοῦτό ἐστι, τὸ τὰ ἀφαιρεθέντα καὶ κατεχόμενα λαβεῖν. Εἰ δὲ μέλλει κατέχεσθαι ἐν τῇ γῇ τὰ σώματα, ἄρα μένει αὐτοῦ ἡ τυραννὶς, τούτων μὲν κατεχομένων, ἑτέρου δὲ οὐκ ὄντος σώματος ἔνθα ἡττηθήσεται. Ἂν δὲ τοῦτο, ὅπερ εἶπεν ὁ Παῦλος, γένηται, ὥσπερ οὖν καὶ γενή- σεται, καὶ λαμπρὰ ἡ νίκη φανεῖται τοῦ Θεοῦ δυνη- θέντος ἀναστῆσαι τὸ κατασχεθέντα ὑπ' αὐτοῦ σώ- ματα. Ἐπεὶ καὶ πολέμιον τότε τις νικᾷ, ὅταν λάβῃ τὰ σκῦλα, οὐχ ὅταν ἀφῇ παρ' αὐτῷ μένειν· εἰ δὲ μή τις τολμῴη τὰ αὐτοῦ λαβεῖν, πῶς ἂν φαίημεν αὐ- τὸν ἡττηθῆναι; ζʹ. Τοῦτον καὶ ὁ Χριστὸς τῆς νίκης τὸν τρόπον ἐν τοῖς Εὐαγγελίοις νενικηκέναι φησὶν, οὕτω λέγων· Ὅταν δήσῃ τὸν ἰσχυρὸν, τότε καὶ τὰ σκεύη αὐτοῦ δι- αρπάσει. Ἐπεὶ εἰ μὴ τοῦτο γένοιτο, οὐδὲ νίκη σαφὴς ἂν εἴη. Ὥσπερ γὰρ ἐπὶ τοῦ θανάτου τῆς ψυχῆς ὁ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας, καὶ οὐκ ἂν εἴποιμεν τοῦτο νίκην εἶναι· ἐκεῖνος γάρ ἐστιν ὁ νε- νικηκὼς, οὐχ ὁ μὴ προσθεὶς τοῖς κακοῖς, ἀλλ' ὁ τὴν ἤδη γεγενημένην τῶν παθῶν αἰχμαλωσίαν διαλύσας· οὕτω δὴ καὶ ἐνταῦθα, οὐ τὸ στῆναι τὸν θάνατον ἐπι- νεμόμενον τὰ σώματα φαίην ἂν εἶναι νίκην λαμπρὰν, ἀλλὰ τὸ τὰ κατασχεθέντα ἤδη παρ' αὐτοῦ ἀποσπα- σθῆναι. Εἰ δὲ ἔτι φιλονεικοῖεν καὶ λέγοιεν περὶ τοῦ ψυχικοῦ θανάτου ταῦτα εἰρῆσθαι, πῶς ἔσχατος καταργεῖται οὗτος; καὶ γὰρ ἐφ' ἑκάστῳ βαπτιζομένῳ κατηργήθη τέλειον. Ἂν μέν τοι περὶ σώματος λέγῃς, ἔχει χώραν τὸ εἰρημένον, οἷον ὅτι ἔσχατος καταργεῖ- ται. Εἰ δέ τις ἀποροίη τίνος ἕνεκεν περὶ ἀναστάσεως διαλεγόμενος, οὐ παρήγαγεν εἰς μέσον τὰ ἀναστάντα σώματα ἐπὶ τοῦ Κυρίου, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἦν τοῦτο ὑπὲρ τῆς ἀναστάσεως εἰπεῖν. Τὸ γὰρ τοὺς ἀναστάντας δεῖξαι πάλιν ἀποθνήσκοντας, οὐκ ἦν ἀπο- δεικνύντος ὅτι εἰς τέλος καταργεῖται ὁ θάνατος. ∆ιὰ γὰρ τοῦτο καὶ ἔσχατον αὐτὸν εἶπε καταργεῖσθαι, ἵνα μηκέτι ὑποπτεύσῃς αὐτὸν ἀνίστασθαι. Τῆς γὰρ κακίας ἀναιρεθείσης, πολλῷ μᾶλλον ὁ θάνατος παύσεται. Οὐδὲ γὰρ ἂν ἔχοι λόγον, τῆς πηγῆς ξηραινομένης, τὸν ἐξ αὐτῆς συνεστάναι ποταμὸν, καὶ τῆς ῥίζης ἀφανιζομένης, τὸν καρπὸν μένειν. Ἐπεὶ οὖν ἐν τῇ τελευταίᾳ ἡμέρᾳ οἱ ἐχθροὶ καταργοῦνται τοῦ