285
πλείονα πληγὴν λάβῃ ἐκεῖνος. Ὅταν γὰρ μετὰ τὸ ἀγαθὰ ποιεῖν καὶ δεινὰ πάσχων εὐχαριστῇ 61.372 διαπαντὸς, πλήττεται ὁ διάβολος. Μέγα μὲν γὰρ, καὶ ἐξ οὐρίας φερομένων τῶν πραγμάτων, καὶ ἐλεεῖν καὶ ἀρετῆς ἀντέχεσθαι· πολλῷ δὲ μεῖζον τὸ δεινὰ πά- σχοντα, μὴ ἀφίστασθαι τῆς καλῆς ταύτης ἐργασίας. Οὗτός ἐστιν ὁ διὰ τὸν Θεὸν μάλιστα ταῦτα ποιῶν. Ὥστε κἂν κινδυνεύωμεν, ἀγαπητοὶ, κἂν ὁτιοῦν πάσχωμεν, μετὰ πλείονος ἐχώμεθα τῆς προθυμίας τῶν ὑπὲρ ἀρετῆς πόνων. Οὐδὲ γὰρ οὗτος ὁ τῆς ἀντι- δόσεως καιρός. Μὴ τοίνυν ἐνταῦθα ἀπαιτῶμεν τοὺς στεφάνους, ἵνα μὴ ἐν τῷ καιρῷ τῶν στεφάνων ἐλατ- τώσωμεν ἡμῶν τὴν ἀμοιβήν. Καθάπερ γὰρ ἐπὶ τῶν τεχνιτῶν οἱ μὲν ἑαυτοὺς τρέφοντες καὶ ἐργαζόμενοι, μείζονα τὸν μισθὸν λαμβάνουσιν, οἱ δὲ παρὰ τοῖς μι- σθωσαμένοις τρεφόμενοι, ὑποτέμνονται τοῦ μισθοῦ οὐ μικρὸν μέρος· οὕτω καὶ ἐπὶ τῶν ἁγίων ὁ μὲν μυρία ποιῶν ἀγαθὰ καὶ μυρία πάσχων κακὰ, ἀκέραιον ἔχει τὸν μισθὸν, καὶ πολὺ πλείονα τὴν ἀμοιβὴν, οὐχ ὑπὲρ τῶν ἀγαθῶν ὧν ἐποίησε μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν κακῶν ὧν ἔπαθεν· ὁ δὲ ἀνέσεως ἐνταῦθα ἀπολαύων καὶ τρυφῆς, οὐχ οὕτως ἔχει λαμ- προὺς τοὺς στεφάνους ἐκεῖ. Μὴ τοίνυν ἐνταῦθα ζη- τῶμεν τὴν ἀντίδοσιν, ἀλλὰ τότε μάλιστα χαίρωμεν, ὅταν κατορθοῦντες πάσχωμεν κακῶς. Οὐ γὰρ τὸν ἐκ τῶν κατορθωμάτων μόνον, ἀλλὰ καὶ τὸν τῶν πει- ρασμῶν μισθὸν ἡμῖν ὁ Θεὸς ἐκεῖ ταμιεύεται. δʹ. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω γένηται, ἔστωσαν δύο πλούσιοι ἐλεήμονες, καὶ διδότωσαν πένησιν· εἶτα ὁ μὲν ἐπὶ τῷ πλούτῳ μενέτω, καὶ πάσης εὐημερίας ἀπολαυέτω· ὁ δὲ εἰς πενίαν πιπτέτω καὶ νόσους καὶ συμφορὰς, καὶ χάριν ἐχέτω τῷ Θεῷ. Τούτων τοίνυν ἀπελθόντων ἐκεῖ, τίς μείζονα λήψεται τὸν μισθόν; οὐκ εὔδηλον ὅτι ὁ νοσῶν καὶ ταλαιπωρούμενος, ὅτι καὶ εὖ ποιῶν καὶ πάσχων κακῶς οὐδὲν ἔπαθεν ἀνθρώπι- νον; Παντί που δῆλον. Καὶ γὰρ οὗτός ἐστιν ὁ ἀνδριὰς ὁ ἀδαμάντινος, οὗτος ὁ εὐγνώμων οἰκέτης. Εἰ δὲ οὐ δι' ἐλπίδα βασιλείας δεῖ τι ποιεῖν ἀγαθὸν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ δοκοῦν, ὃ πάσης βασιλείας μεῖζόν ἐστι· τίνος ἄξιός ἐστιν ὁ διὰ τὸ μὴ λαβεῖν ἐνταῦθα τὴν ἀντίδοσιν ἀργότερος περὶ τὴν ἀρετὴν γινόμενος; Μὴ τοίνυν θορυβώμεθα, ὅταν ἴδωμεν, ὅτι ὁ δεῖνα χήρας καλῶν, καὶ δοχὰς συνεχεῖς ἐργαζόμενος, ἀπώλεσε τὴν οἰκίαν ἐμπρησθεῖσαν, ἢ ἑτέραν τινὰ τοιαύτην ὑπέμεινε συμφοράν· καὶ γὰρ διὰ τοῦτο λήψεται τὸν μισθόν· ἐπεὶ καὶ ὁ Ἰὼβ οὐχ οὕτως ἐπὶ ταῖς ἐλεημοσύναις ἐθαυμάζετο, ὡς ἐφ' οἷς ἔπαθε μετὰ ταῦτα. ∆ιὰ τοῦτο καὶ οἱ φίλοι ἐξευτελίζονται οἱ τούτου, καὶ οὐδενὸς ἄξιοι λόγου νομίζονται εἶναι, ὅτι τὰς παρούσας ἐζή- τουν ἀντιδόσεις, καὶ ἀπὸ τούτων τοῦ δικαίου κατεψη- φίζοντο. Μὴ τοίνυν ἐνταῦθα ζητῶμεν τὴν ἀμοιβὴν, πένητες καὶ πτωχοὶ γενόμενοι. Καὶ γὰρ ἐσχάτης τοῦτο εὐτελείας, οὐρανοῦ προκειμένου, καὶ τῶν ὑπὲρ τὸν οὐρανὸν, τὰ ἐνταῦθα περισκοπεῖν. Μὴ δὴ οὕτω ποιῶμεν· ἀλλ' ὅπερ ἂν ἐπέλθῃ τῶν ἀδοκήτων ἐπιτα- γμάτων, ἡμεῖς ἐχώμεθα τοῦ Θεοῦ διηνεκῶς, καὶ πει- θώμεθα τῷ μακαρίῳ Παύλῳ, καὶ κιβώτιον πενήτων ποιῶμεν ἐπὶ τῆς οἰκίας, καὶ παρὰ τὸν τόπον, ὃν ἕστηκας εὐχόμενος, ἐκεῖ κείσθω, καὶ ὁσάκις ἂν εἰσ- έλθῃς εὔξασθαι, κατάθες πρῶτον τὴν ἐλεημοσύνην, καὶ τότε ἀνάπεμπε εὐχήν· καὶ ὥσπερ οὐκ ἂν ἕλοιο χερσὶν ἀνίπτοις εὔξασθαι οὕτω μηδὲ ἐλεημοσύνης χω- 61.373 ρίς. Καὶ γὰρ τοῦ Εὐαγγέλιον κρέμασθαι παρὰ τὴν κλίνην οὐκ ἔλαττον τὸ ἐλεημοσύνην κεῖσθαι. Εὐαγγέ- λιον μὲν γὰρ ἐὰν κρεμάσῃς μηδὲν ποιῶν, οὐδὲν τοσοῦτον ὠφεληθήσῃ· τοῦτο δὲ ἔχων τὸ κιβώτιον, ὅπλον ἔχεις κατὰ τοῦ διαβόλου, τὴν εὐχὴν ὑπόπτερον ποιεῖς, ἁγίαν κατασκευάζεις τὴν οἰκίαν, τροφὰς ἔν- δον ἔχων ἀποκειμένας τοῦ βασιλέως. Παρὰ τοῦτο καὶ ἡ κλίνη κείσθω τὸ κιβώτιον, καὶ ἀφαντασία- στος ἔσται ἡ νύξ· μόνον μηδὲν ἐξ ἀδικίας ἐκεῖ βαλλέσθω. Ἐλεημοσύνη γὰρ τὸ πρᾶγμά ἐστιν· ἐλεη- μοσύνην δὲ ἀπὸ ὠμότητος οὐκ ἔνι βλαστῆσαί ποτε. Βούλεσθε καὶ τὰς ἀφορμὰς, ὅθεν δεῖ καταβάλλειν, εἴπω, ὥστε καὶ ταύτῃ ποιῆσαι εὔκολον τὴν τοιαύτην φοράν; Ὁ χειροτέχνης, οἷον ὁ ὑποδηματοῤῥάφος, ἢ ὁ σκυτοτόμος, ἢ ὁ χαλκοτύπος, ἢ ἕτερος ὁστισοῦν δη-