291
καὶ παραμυθησάμενος τὴν ἀλγηδόνα τὴν ἐκ τῆς τομῆς συμβαίνουσαν τοῦ μέλλοντος ἐλέγχου γενέσθαι, καὶ πολλάκις τῇ παραιτήσει χρησάμενος, καὶ παρακα- λέσας μὴ ὀργισθῆναι· ὅταν αὐτὸν καταδήσῃς τούτοις, τότε ἔπαγε τὴν πληγὴν, μήτε δεσμῶν τὸ πρᾶγμα, μήτε ἐκλύων, ἵνα μήτε ἐκεῖθεν ἀποπηδήσῃ, μήτε ἐν- τεῦθεν καταφρονήσῃ. Ἄν τε γὰρ μὴ καιρίαν δῷς, οὐδὲν εἰργάσω πλέον· ἂν δὲ σφοδρῶς πλήξῃς, ἀπο- σκιρτῆσαι ἐποίησας. ∆ιὸ δὴ καὶ μετὰ ταῦτα πάντα ἐλέγχειν μέλλων, ἀνάμιξον πάλιν ἐγκώμιον τοῖς ἐλέγχοις· καὶ ἐπειδὴ αὐτὸ καθ' ἑαυτὸ τὸ γιγνόμενον οὐ δύναται εἶναι ἐγκώμιον (οὐ γὰρ ἄξιον ἐπαίνου τὸ κόρῃ συνοικεῖν παρθένῳ), ἀπὸ τῆς γνώμης τοῦ συνοικοῦν- 61.380 τος τοῦτο ἐργάζου, καὶ εἰπὲ, ὅτι Οἶδα μὲν ὅτι διὰ τὸν Θεὸν σὺ ποιεῖς, καὶ τὴν ἐρημίαν καὶ τὸ ἀπροστάτευ- τον τῆς ἀθλίας ἐκείνης ἰδὼν χεῖρα ὤρεξας. Κἂν μὴ ταύτῃ ποιῇ τῇ γνώμῃ, σὺ οὕτω λέγε, καὶ μετὰ τοῦτο προστίθει καὶ ταῦτα, πάλιν παραιτήσει χρώμενος, καὶ λέγων, ὅτι Οὐκ ἐπιτάττων, ἀλλ' ὑπομιμνήσκων ταῦτά φημι· διὰ τὸν Θεὸν σὺ ποιεῖς, οἶδα κἀγώ· ἀλλ' ἴδωμεν μὴ τίκτηται ἐκ τούτου κακὸν ἕτερον· κἂν μὲν μηδὲν ᾖ, κάτεχε ἔνδον, καὶ ἔχου τῆς καλῆς ταύ- της σπουδῆς, ὁ κωλύων οὐδείς· ἂν δὲ βλάβη τις ἐν- τεῦθεν γίνηται τοῦ κέρδους μείζων, φυλαξώμεθα, παρακαλῶ, μὴ σπεύδοντες μίαν ἀναπαῦσαι ψυχὴν, μυρίας σκανδαλίσωμεν. Καὶ μὴ προσθῇς εὐθέως τὰ κείμενα τοῖς σκανδαλίζουσι κολαστήρια, ἀλλὰ τὴν αὐ- τοῦ προσλάμβανε μαρτυρίαν, λέγων· Οὐ χρείαν ἔχεις μαθεῖν ταῦτα παρ' ἐμοῦ, οἶδας καὶ αὐτὸς ὅτι ἐάν τις ἕνα τῶν μικρῶν τούτων σκανδαλίσῃ, πόση ἠπείληται δίκη· καὶ οὕτως ἡδύνας τὸν λόγον, καὶ λεάνας τὴν ὀργὴν, ἐπιτίθει τὸ φάρμακον τῆς διορθώ- σεως. Εἰ δὲ προφασίζοιτο πάλιν τὴν ἐρημίαν αὐτῆς, μηδὲ οὕτως ἐλέγξῃς τὴν σκῆψιν, ἀλλ' εἰπὲ πρὸς αὐ- τόν· Μηδέν σε τούτων φοβείτω, ἀπολογίαν ἕξεις ἀρκοῦσαν, τὸ ἑτέρων σκάνδαλον· οὐ γὰρ διὰ ῥᾳθυ- μίαν, ἀλλ' ἐκείνων κηδόμενος, ταύτης ἀπέστης τῆς σπουδῆς. εʹ· Καὶ τὰ μὲν τῆς συμβουλῆς ἔστω ἐν βραχεῖ· οὐδὲ γὰρ δεῖται διδασκαλίας πολλῆς· τὰ δὲ τῆς συγγνώ- μης πάλιν πολλὰ καὶ ἐπάλληλα· καὶ ἐπὶ τὴν ἀγάπην κατάφευγε συνεχῶς, συσκιάζων τὸ φορτικὸν τῶν εἰ- ρημένων, καὶ τὴν ἐξουσίαν αὐτῷ διδοὺς, καὶ λέγων, ὅτι Ἐγὼ μὲν ταῦτα παραινῶ καὶ συμβουλεύω, τοῦ δὲ πεισθῆναι κύριος αὐτός· οὐδὲ γὰρ καταναγκάζω καὶ βιάζομαι, ἀλλὰ τῇ οἰκείᾳ σου τὸ πᾶν ἐπιτρέπω γνώμῃ. Ἂν οὕτω μεταχειρίζωμεν τὸν ἔλεγχον, δυνη- σόμεθα ῥᾳδίως τοὺς ἁμαρτάνοντας διορθοῦν· ὡς ἅ γε νῦν ποιοῦμεν, θηρίων μᾶλλόν ἐστι καὶ ἀλόγων, ἢ ἀν- θρώπων. Ἂν γὰρ αἴσθωνταί τινες νῦν τοιαῦτά τινος ἁμαρτάνοντος, ἐκείνῳ μὲν οὐδὲν διαλέγονται, αὐτοὶ δὲ καθάπερ γραΐδια μεθύοντα ψιθυρίζουσι μετ' ἀλλή- λων· καὶ οὐδαμοῦ τὸ, Εἰκῆ φιλοῦ, εἰκῆ μὴ μισοῦ, ἐνταῦθα δοκεῖ χώραν ἔχειν αὐτοῖς, ἀλλ' ὅταν μὲν κακ- ηγορῆσαι ἐπιθυμῶσι, καταφρονοῦσι τοῦ μὴ εἰκῆ μισεῖσθαι, μᾶλλον δὲ καὶ τοῦ κολάζεσθαι (οὐδὲ γὰρ μῖσος ἐντεῦθεν μόνον, ἀλλὰ καὶ κόλασις τίκτεται)· ὅταν δὲ διορθώσεως δέῃ, τοῦτό τε αὐτὸ καὶ μυρίας ἑτέρας προφέρουσι προφάσεις. Ταῦτα γὰρ τότε ἐν- νοεῖν ἐχρῆν, ὅταν κακηγορῇς, ὅταν διαβάλλῃς, τὸ, Εἰκῆ μὴ μισοῦ, καὶ τὸ, Οὐδὲν ἀνύω, καὶ τὸ, Οὐδέν μοι μέλει. Νῦν δὲ, τότε μὲν πολυπραγμονεῖς σφοδρῶς καὶ περιέργως, καὶ μίσους καταφρονεῖς καὶ μυρίων κακῶν· ὅταν δὲ ὑπὲρ τῆς σωτηρίας τοῦ ἀδελφοῦ φροντίζειν δέῃ, τότε καὶ ἀπράγμων καὶ ἀνεπαχθής τις εἶναι βούλει· καίτοι ἀπὸ μὲν κακηγορίας καὶ τὸ πρὸς ἀνθρώπους καὶ τὸ πρὸς τὸν Θεὸν γίνεται μῖσος, καὶ οὐ σφόδρα σοι τοῦτο μέλει· ἀπὸ δὲ τῆς κατ' ἰδίαν συμβουλῆς καὶ τῶν τοιούτων ἐλέγχων καὶ πρὸς τοῦ- τον καὶ πρὸς τὸν Θεὸν ἔσται σοι φιλία. Ἂν δὲ καὶ αὐτὸς μισῇ, ὁ Θεὸς μένει διὰ τοῦτο μᾶλλον φιλῶν· 61.381 μᾶλλον δὲ οὐδὲ οὕτω μισήσει, ὡς ἡνίκα ἐμίσει κακ- ηγοροῦντα· ἀλλὰ τότε μὲν ὡς ἐχθρὸν καὶ πολέμιον ἀποστραφήσεται, νυνὶ δὲ πατρὸς ἡγήσεται παντὸς αἰδεσιμώτερον. Κἂν φανερῶς δυσχεραίνῃ, κατὰ νοῦν καὶ ἰδίᾳ πολλὰς εἴσεταί σοι τὰς χάριτας. ʹ. Ταῦτα οὖν ἐννοοῦντες, ἐπιμελώμεθα τῶν με- λῶν τῶν ἡμετέρων, καὶ μὴ